ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΚΑΤΗΧΗΣΕΩΣ

Στρέφονται δυτικά (πρός τήν εἴσοδο) καί ἐρωτᾶ τρεῖς φορές

Ὁ ἱερεύς· Ἀποτάσσῃ τῷ Σατανᾷ; Καί πᾶσι τοῖς ἔργοις αὐτοῦ; Καί πάσῃ τῇ λατρείᾳ αὐτοῦ; Καί πᾶσι τοῖς ἀγγέλοις αὐτοῦ; Καί πάσῃ τῇ πομπῇ αὐτοῦ;

 

Καί ἀπαντᾶ

Ὁ ἀνάδοχος· Ἀποτάσσομαι.

 

Ἐρωτᾶ πάλι τρεῖς φορές

Ὁ ἱερεύς· Ἀπετάξω τῷ Σατανᾷ;

Καί ἀπαντᾶ

Ὁ ἀνάδοχος· Ἀπεταξάμην.

Καί λέγει

Ὁ ἱερεύς· Καί ἐμφύσησον, καί ἔμπτυσον αὐτῷ.

Καί ὁ ἀνάδοχος φυσᾶ τρεῖς φορές στόν ἀέρα καί φτύνει τρεῖς φορές στό ἔδαφος.

Στρέφονται ἀνατολικά (πρός τό Ἱερό) καί ἐρωτᾶ τρεῖς φορές

Ὁ ἱερεύς· Συντάσσῃ τῷ Χριστῷ;

Καί ἀπαντᾶ

Ὁ ἀνάδοχος· Συντάσσομαι.

 

Ἐρωτᾶ πάλι τρεῖς φορές

Ὁ ἱερεύς· Συνετάξω τῷ Χριστῷ;

Καί ἀπαντᾶ

Ὁ ἀνάδοχος· Συνεταξάμην.

 

Καί λέγει

Ὁ ἱερεύς· Καί πιστεύεις αὐτῷ;

Καί ἀπαντᾶ

Ὁ ἀνάδοχος· Πιστεύω αὐτῷ ὡς Βασιλεῖ καί Θεῷ.

Καί ἀπαγγέλλει:

ΤΟ ΣΥΜΒΟΛΟΝ ΤΗΣ ΠΙΣΤΕΩΣ

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητήν οὐρανοῦ καί γῆς, ὁρατῶν τε πάντων καί ἀοράτων.

Καί εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τόν Υἱόν τοῦ Θεοῦ τόν μονογενῆ, τόν ἐκ τοῦ Πα­τρός γεννηθέντα πρό πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾽ οὗ τά πάντα ἐγένετο.

Τόν δι᾽ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καί σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καί Μαρίας τῆς Παρθένου καί ἐνανθρωπήσαντα.

Σταυρωθέντα τε ὑπέρ ἡμῶν ἐπί Ποντίου Πιλάτου καί παθόντα καί ταφέντα.

Καί ἀναστάντα τῇ τρίτῃ ἡμέρα, κατά τάς Γραφάς.

Καί ἀνελθόντα εἰς τούς οὐρανούς καί καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

Καί πάλιν ἐρχόμενον μετά δόξης κρῖναι ζῶντας καί νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καί εἰς τό Πνεῦμα τό ἅγιον, τό Κύριον, τό ζωοποιόν, τό ἐκ τοῦ Πατρός ἐκπορευόμε­νον, τό σύν Πατρί καί Υἱῷ συμπροσκυνούμενον καί συνδοξαζόμενον, τό λαλῆσαν διά τῶν προφητῶν.

Εἰς μίαν, ἁγίαν, καθολικήν καί ἀποστολικήν Ἐκκλησίαν.

Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

Προσδοκῶ ἀνάστασιν νεκρῶν.

Καί ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

 

Στή συνέχεια ἐρωτᾶ πάλι τρεῖς φορές

Ὁ ἱερεύς· Συνετάξω τῷ Χριστῷ;

Καί ἀπαντᾶ

Ὁ ἀνάδοχος· Συνεταξάμην.

Καί λέγει

Ὁ ἱερεύς· Καί προσκύνησον αὐτῷ;

Καί ἀπαντᾶ

Ὁ ἀνάδοχος· Προσκυνῶ Πατέρα, Υἱόν, καί Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καί ἀχώριστον.

Στήν εὐχή πού ἀκολουθεῖ, ὅταν ἐρωτηθεῖ ἀπό τόν ἱερέα, λέει καθαρά τό ὄνομα τοῦ βαπτιζομένου.

 

footer


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ