Εκτύπωση

Τέκνον Τιμόθεε, χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Δι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου· οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς Πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.

Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ' ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων.

 

Ἀπόδοση στη νεοελληνική:

Τέκνον Τιμόθεε, εὐχαριστῶ τὸν Θεόν, τὸν ὁποῖον λατρεύω, ὅπως οἱ πρόγονοί μου, μὲ καθαρὴν συνείδησιν, ὅταν ἀδιακόπως σὲ ἀναφέρω εἰς τὰς προσευχάς μου νύχτα καὶ ἡμέραν. Ἐπειδὴ θυμᾶμαι τὰ δάκρυά σου, ἐπιθυμῶ ζωηρῶς νὰ σὲ ἰδῶ, διὰ νὰ γεμίσω ἀπὸ χαράν. Θυμᾶμαι τὴν εἰλικρινῆ πίστιν σου, ἡ ὁποία κατῴκησε πρῶτα εἰς τὴν μάμμην σου Λωΐδα καὶ εἰς τὴν μητέρα σου Εὐνίκην, εἶμαι δὲ πεπεισμένος ὅτι κατοικεῖ καὶ σ’ ἐσέ. Διὰ τὸν λόγον αὐτόν, σοῦ ὑπενθυμίζω νὰ ἀναζωπυρῇς τὴν φλόγα τοῦ χαρίσματος τοῦ Θεοῦ, ποὺ εἶναι μέσα σου διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου, διότι ὁ Θεὸς δὲν μᾶς ἔδωσε πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.

Νὰ μὴ ἐντραπῇς, λοιπόν, τὴν μαρτυρίαν ὑπὲρ τοῦ Κυρίου μας, οὔτε ἐμέ, τὸν φυλακισμένον του, ἀλλὰ κακοπάθησε καὶ σὺ διὰ τὸ εὐαγγέλιον μὲ τὴν δύναμιν τοῦ Θεοῦ, ὁ ὁποῖος μᾶς ἔσωσε καὶ μᾶς ἐκάλεσε μὲ κλῆσιν ἁγίαν, ὄχι ἐπὶ τῇ βάσει τῶν ἔργων μας, ἀλλὰ κατὰ τὴν δικήν του πρόθεσιν καὶ χάριν, ἡ ὁποία ἐδόθηκε σ’ ἐμᾶς πρὶν ἀπὸ ὅλους τοὺς αἰῶνας ἐν Χριστῷ Ἰησοῦ.