Εκτύπωση

Ἀδελφοί,
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.

Απόδοση στη νεοελληνική:
 

Ἀδελφοί,
Τὸ κήρυγμα περὶ τοῦ σταυροῦ σ’ ἐκείνους ποὺ χάνονται εἶναι μωρία, ἀλλὰ σ’ ἐμᾶς ποὺ σωζόμεθα εἶναι δύναμις Θεοῦ. Διότι εἶναι γραμμένον: Θὰ ἐξαφανίσω τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν θὰ ἐκμηδενίσω. Ποῦ εἶναι ὁ σοφός; Ποῦ ὁ γραμματεύς; Ποῦ ὁ συζητητὴς τοῦ κόσμου τούτου; Δὲν ἐμώρανε ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Διότι ἀφοῦ, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ, ὁ κόσμος δὲν ἐγνώρισε μὲ τὴν σοφίαν του τὸν Θεόν, εὐδοκήμησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος νὰ σώσῃ ἐκείνους ποὺ πιστεύουν.
Οἱ Ἰουδαῖοι θέλουν θαύματα, οἱ δὲ Ἕλληνες ζητοῦν σοφίαν, ἐμεῖς ὅμως κηρύττομεν Χριστὸν σταυρωμένον, ὁ ὁποῖος εἰς μὲν τοὺς Ἰουδαίους εἶναι σκάνδαλον, εἰς δὲ τοὺς Ἕλληνας μωρία, ἀλλὰ σ’ ἐκείνους ποὺ εἶναι καλεσμένοι, Ἰουδαίους καὶ Ἕλληνας, ὁ Χριστὸς εἶναι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.