Εκτύπωση

Κατελθὼν ὁ Παῦλος εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν, καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου· οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ.

Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος. Εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.

 

Ἀπόδοση στη νεοελληνική:

Ὅταν ἀποβιβάσθηκε ὁ Παῦλος εἰς τὴν Καισάρειαν, ἀνέβηκε καὶ ἐχαιρέτησε τὴν ἐκκλησίαν, καὶ ὕστερα κατέβηκε εἰς τὴν Ἀντιόχειαν. Ἀφοῦ ἔμεινε ἐκεῖ ὀλίγον καιρόν, ἔφυγε καὶ διήρχετο κατὰ σειρὰν τὴν χώραν τῆς Γαλατίας καὶ τὴν Φρυγίαν στηρίζων ὅλους τοὺς μαθητάς. Κάποιος Ἰουδαῖος ποὺ ὠνομάζετο Ἀπολλώς, Ἀλεξανδρινὸς τὴν καταγωγήν, εἶχε ἔλθει εἰς τὴν Ἔφεσον. Ἦτο ἀνὴρ εὔγλωττος καὶ δυνατὸς εἰς τὰς γραφάς. Αὐτὸς εἶχε κατηχηθῆ εἰς τὴν διδασκαλίαν τοῦ Κυρίου καὶ μὲ πνεῦμα θερμὸν ἐμιλοῦσε καὶ ἐδίδασκε μὲ ἀκρίβειαν τὰ σχετικὰ μὲ τὸν Κύριον, ἂν καὶ ἐγνώριζε μόνον τὸ βάπτισμα τοῦ Ἰωάννου. Ἐμιλοῦσε μὲ θάρρος εἰς τὴν συναγωγήν, ὅταν δὲ τὸν ἄκουσαν ὁ Ἀκύλας καὶ ἡ Πρίσκιλα, τὸν ἐπῆραν κοντά τους καὶ τοῦ ἀνέπτυξαν ἀκριβέστερα τὴν διδασκαλίαν τοῦ Θεοῦ.

Ἐπειδὴ δε ἤθελε νὰ μεταβῇ εἰς τὴν Ἀχαΐαν, οἱ ἀδελφοὶ τὸν ἐνεθάρρυναν καὶ ἔγραψαν εἰς τοὺς ἐκεὶ μαθητὰς νὰ τὸν πιστέψει διὰ τῆς χάριτος τοῦ Θεοῦ, διότι μὲ δύναμιν ἀνεσκεύαζε τοὺς Ἰουδαίους δημοσίᾳ καὶ ἐπεδείκνυε διὰ τῶν γραφῶν ὅτι ὁ Μεσσίας εἶναι ὁ Ἰησοῦς.