Εκτύπωση

Τῷ καιρῷ εκείνω, ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης διὰ τὸν Ἰησοῦν· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Ἄλλοι ἔλεγον ὅτι ᾿Ηλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν. Ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.
Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. Ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε.
Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρῴδη καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι. Καὶ ὤμοσεν αὐτῇ ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσομαι; ἡ δὲ εἶπε· τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
Καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.

Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἄκουσε ὁ βασιλεὺς Ἡρώδης διὰ τὸν Ἰησοῦν, διότι τὸ ὄνομά του εἶχε γίνει γνωστόν, καὶ ἔλεγε ὅτι ὁ Ἰωάννης ὁ Βαπτιστὴς ἀναστήθηκε ἐκ τῶν νεκρῶν καὶ γι’ αὐτὸ αἱ θαυματουργικαὶ δυνάμεις ἐνεργοῦν δι’ αὐτοῦ. Ἄλλοι ἔλεγαν ὅτι εἶναι ὁ Ἠλίας, ἄλλοι ὅτι εἶναι προφήτης σὰν ἕνας ἀπὸ τοὺς Προφήτας. Ὅταν ἄκουσε αὐτὰ ὁ Ἡρώδης, εἶπε, «Αὐτὸς εἶναι ὁ Ἰωάννης, τὸν ὁποῖον ἐγὼ ἀποκεφάλισα. Ἀναστήθηκε ἐκ νεκρῶν».
Διότι ὁ Ἡρώδης εἶχε στείλει καὶ συλλάβει τὸν Ἰωάννην καὶ τὸν ἔδεσεν εἰς τὴν φυλακὴν ἐξ αἰτίας τῆς Ἡρωδιάδος, τῆς γυναίκας τοῦ Φιλίππου, τοῦ ἀδελφοῦ του, διότι τὴν εἶχε νυμφευθῆ. Καὶ ὁ Ἰωάννης ἔλεγε εἰς τὸν Ἡρώδην, «Δὲν σοῦ ἐπιτρέπεται νὰ ἔχῃς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου».
Ἡ δὲ Ἡρωδιὰς ἔτρεφε μνησικακίαν ἐναντίον του καὶ ἤθελε νὰ τὸν σκοτώσῃ, ἀλλὰ δὲν μποροῦσε, διότι ὁ Ἡρώδης ἐφοβότανε τὸν Ἰωάννην, ἐπειδὴ ἤξερε ὅτι ἦτο ἄνδρας δίκαιος καὶ ἅγιος καὶ τὸν ἐπροστάτευε. Τὸν ἄκουε εὐχαρίστως, ἀλλὰ ὅσα ἄκουε τὸν ἔφεραν εἰς μεγάλην ἀπορίαν.
Κατάλληλη εὐκαιρία παρουσιάσθηκε, ὅταν ὁ Ἡρώδης, τὴν ἑορτὴν τῶν γενεθλίων του, παρέθεσε δεῖπνον εἰς τοὺς μεγιστᾶνας του καὶ εἰς τοὺς χιλιάρχους καὶ εἰς τοὺς προύχοντας τῆς Γαλιλαίας. Ὅταν ἐμπῆκε ἡ θυγατέρα τῆς Ἡρωδιάδος καὶ ἐχόρεψε, ἄρεσε εἰς τὸν Ἡρώδην καὶ εἰς τοὺς καλεσμένους, καὶ εἶπε ὁ βασιλεὺς εἰς τὸ κορίτσι, «Ζήτησέ μου ὅ,τι θέλεις καὶ θὰ σοῦ τὸ δώσω». Καὶ ὡρκίσθηκε εἰς αὐτήν, «Ὅ,τι δήποτε καὶ ἂν ζητήσῃς, θὰ σοῦ τὸ δώσω, ἕως τὸ μισὸ βασίλειόν μου». Αὐτὴ ἐβγῆκε ἔξω καὶ εἶπε εἰς τὴν μητέρα της, «Τί νὰ ζητήσω;». Ἡ μητέρα της τῆς εἶπε, «Τὸ κεφάλι τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ».
Καὶ ἀμέσως ἐμπῆκε μὲ βῆμα ταχὺ καὶ ἐζήτησε ἀπὸ τὸν βασιλέα, «Θέλω ἀμέσως νὰ μοῦ δώσῃς σ’ ἕνα πιάτο τὸ κεφάλι τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ». Καὶ ἐλυπήθηκε ὁ βασιλεύς, ἀλλ’ ἐξ αἰτίας τῶν ὅρκων καὶ τῶν καλεσμένων δὲν ἤθελε νὰ τῆς ἀρνηθῇ. Ἀμέσως ὁ βασιλεὺς ἔστειλε δήμιον καὶ διέταξε νὰ φέρῃ τὸ κεφάλι τοῦ Ἰωάννου. Καὶ ἐκεῖνος ἐπῆγε καὶ τὸν ἀπεκεφάλισε εἰς τὴν φυλακὴν καὶ ἔφερε τὸ κεφάλι του σ’ ἕνα πιάτο καὶ τὸ ἔδωκε εἰς τὸ κορίτσι καὶ τὸ κορίτσι τὸ ἔδωκε εἰς τὴν μητέρα της.
Καὶ ὅταν τὸ ἄκουσαν οἱ μαθηταὶ τοῦ Ἰωάννου, ἦλθαν καὶ ἐπῆραν τὸ σῶμα του καὶ τὸ ἔβαλαν σὲ μνημεῖον.
Οἱ ἀπόστολοι ἐπέστρεψαν εἰς τὸν Ἰησοῦν καὶ τοῦ ἀνήγγειλαν ὅλα ὅσα ἔκαναν καὶ ἐδίδαξαν.