Κεφάλαιο 1
1.1 ᾿Ιούδας, ᾿Ιησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ ᾿Ιακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἡγιασμένοις καὶ ᾿Ιησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· 1.2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. 1.3 ᾿Αγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἄπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. 1.4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν ἀρνούμενοι. 1.5 ῾Υπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, 1.6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀῑδίοις ὑπὸ ζόφον τετήρηκεν· 1.7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περί αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. 1.8 ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. 1.9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾿ εἶπεν· ἐπιτιμήσαι σοι Κύριος. 1.10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. 1.11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάῑν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. 1.12 Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, 1.13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τάς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τόν αἰῶνα τετήρηται. 1.14 προεφήτευσε δέ καί τούτοις ἕβδομος ἀπό Ἀδάμ Ἐνώχ λέγων· ἰδού ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, 1.15 ποιῆσαι κρίσιν κατά πάντων καί ἐλέγξαι πάντας τούς ἀσεβεῖς αὐτῶν περί πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καί περί πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ' αὐτοῦ ἁμαρτωλοί ἀσεβεῖς. 1.16 Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατά τάς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καί τό στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. 1.17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπό τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 1.18 ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατά τάς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 1.19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μή ἔχοντες. 1.20 Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι, 1.21 ἑαυτούς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τό ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωήν αἰώνιον. 1.22 καί οὕς μέν ἐλεεῖτε διακρινόμενοι, 1.23 οὕς δέ ἐν φόβῳ σώζετε ἐκ τοῦ πυρός ἁρπάζοντες, μισοῦντες καί τόν ἀπό τῆς σαρκός ἐσπιλωμένον χιτῶνα. 1.24 Τῷ δέ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καί στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, 1.25 μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καί μεγαλωσύνη, κράτος καί ἐξουσία καί νῦν καί εἰς πάντας τούς αἰῶνας· ἀμήν.