banner top
Slide background

Κεφάλαιο 1

ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν ᾿Ιησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ ᾿Ισραὴλ διὰ τοῦ Κυρίου λέγοντες· τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς; 2 καὶ εἶπε Κύριος· ᾿Ιούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ. 3 καὶ εἶπεν ᾿Ιούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ· ἀνάβηθι μετ᾿ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾿ αὐτοῦ Συμεών. 4 καὶ ἀνέβη ᾿Ιούδας, καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν. καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζὰκ εἰς δέκα χιλιάδας ἀνδρῶν. 5 καὶ κατέλαβον τὸν ᾿Αδωνιβεζὲκ ἐν τῇ Βεζὲκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ Φερεζαῖον. 6 καὶ ἔφυγεν ᾿Αδωνιβεζέκ, καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ ἐλάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶ ποδῶν αὐτοῦ. 7 καὶ εἶπεν ᾿Αδωνιβεζέκ· ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός. καὶ ἄγουσιν αὐτὸν εἰς ῾Ιερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ.

8 Καὶ ἐπολέμουν υἱοὶ ᾿Ιούδα τὴν ῾Ιερουσαλὴμ κα’Ι κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ρομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί. 9 καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ ᾿Ιούδα πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸ νότιον καὶ τὴν πεδινήν. 10 καὶ ἐπορεύθη ᾿Ιούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών, καὶ ἐξῆλθε Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαθαρβοκσεφέρ. καὶ ἐπάταξαν τὸν Σεσσὶ καὶ ᾿Αχιναὰν καὶ Θολμί, γεννήματα τοῦ ᾿Ενάκ. 11 καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα τῆς Δαβὶρ ἦν ἔμπροσθεν Καριαθσεφάρ, Πόλις γραμμάτων. 12 καὶ εἶπε Χάλεβ· ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν ᾿Ασχὰ θυγατέρα μου εἰς γυναῖκα. 13 καὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χάλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ Χάλεβ τὴν ᾿Ασχὰ θυγατέρα αὐτοῦ εἰς γυναῖκα. 14 καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιὴλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν, καὶ ἐγόγγυζε καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου· εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι; 15 καὶ εἶπεν αὐτῷ ᾿Ασχά· δὸς δή μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χάλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν.

16 Καὶ οἱ υἱοὶ ᾿Ιοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν ᾿Ιούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ᾿Ιούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως ᾿Αράδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ. 17 καὶ ἐπορεύθη ᾿Ιούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψε τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφέκ· καὶ ἐξωλόθρευσεν αὐτούς, καὶ ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ᾿Ανάθεμα. 18 καὶ οὐκ ἐκληρονόμησεν ᾿Ιούδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν ᾿Ασκάλωνα ουδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν ᾿Ακκαρὼν οὐδὲ τὰ ὅρια αὐτῆς, τὴν ῎Αζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς. 19 καὶ ἦν Κύριος μετὰ ᾿Ιούδα καὶ ἐκληρονόμησε τὸ ὄρος, ὅτι οὐκ ἠδυνάσθησαν ἐξολοθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχὰβ διεστείλατο αὐτοῖς. 20 καὶ ἔδωκαν τῷ Χάλεβ τὴν Χεβρών, καθὼς ἐλάλησε Μωυσῆς, καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν ᾿Ενάκ. 21 καὶ τὸν ᾿Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν ῾Ιερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμίν, καὶ κατῴκησεν ὁ ᾿Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμὶν ἐν ῾Ιερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης. 22 καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ιωσὴφ καί γε αὐτοὶ εἰς Βαιθήλ, καὶ Κύριος ἦν μετ᾿ αὐτῶν. 23 καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζά. 24 καὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως· καὶ ἔλαβον αὐτὸν καὶ εἶπον αὐτῷ· δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος. 25 καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ρομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν. 26 καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττὶν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Λουζά· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης. 27 καὶ οὐκ ἐξῇρε Μανασσῆ τὴν Βαιθσάν, ἥ ἐστι Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Δὼρ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς καὶ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας ᾿Ιεβλαὰμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ. 28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν ᾿Ισραήλ, καὶ ἐποίησε τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῇρεν αὐτόν. 29 καὶ ᾿Εφραὶμ οὐκ ἐξῇρε τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζὲρ καὶ ἐγένετο εἰς φόρον. 30 καὶ Ζαβουλὼν οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Κέδρων, οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν καὶ ἐγένετο αὐτῷ εἰς φόρον. 31 καὶ ᾿Ασὴρ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας ᾿Ακχώ, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας ᾿Ααλάφ, τὸν ᾿Ασχαζὶ καὶ τὸν Χελβὰ καὶ τὸν Ναΐ καὶ τὸν ᾿Ερεώ. 32 καὶ κατῴκησεν ὁ ᾿Ασὴρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν. 33 καὶ Νεφθαλὶ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Βαιθσαμὺς καὶ τοὺς κατοικοῦντας Βαιθανάθ, καὶ κατῴκησε Νεφθαλὶ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμὺς καὶ τὴν Βαιθενὲθ ἐγένοντο αὐτοῖς εἰς φόρον. 34 καὶ ἐξέθλιψεν ὁ ᾿Αμορραῖος τοὺς υἱοὺς Δὰν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα. 35 καὶ ἤρξατο ὁ ᾿Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες, ἐν τῷ Μυρσινῶνι καὶ ἐν Θαλαβίν· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου ᾿Ιωσὴφ ἐπὶ τὸν ᾿Αμορραῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον. 36 καὶ τὸ ὅριον τοῦ ᾿Αμορραίου ἀπὸ τῆς ἀναβάσεως ᾿Ακραβὶν ἀπὸ τῆς Πέτρας καὶ ἐπάνω.

Κεφάλαιο 2

ΚΑΙ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καἱ ἐπὶ τὸν οἶκον ᾿Ισραὴλ καὶ εἶπε πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, καὶ εἶπα· οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα· 2 καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε. καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε. 3 κἀγὼ εἶπον· οὐ μὴ ἐξάρω αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον. 4 καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος Κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς ᾿Ισραήλ, καὶ ἐπῇραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. 5 καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κλαυθμῶνες· καὶ ἐθυσίασαν ἐκεῖ τῷ Κυρίῳ.

6 Καὶ ἐξαπέστειλεν ᾿Ιησοῦς τὸν λαόν, καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν. 7 καὶ ἐδούλευσεν ὁ λαὸς τῷ Κυρίῳ πάσας τὰς ἡμέρας ᾿Ιησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ ᾿Ιησοῦ, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον Κυρίου τὸ μέγα, ὃ ἐποίησεν ἐν τῷ ᾿Ισραήλ. 8 καὶ ἐτελεύτησεν ᾿Ιησοῦς υἱὸς Ναυὴ δοῦλος Κυρίου, υἱὸς ἑκατὸν δέκα ἐτῶν. 9 καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρές, ἐν ὄρει ᾿Εφραὶμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαάς. 10 καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν, καὶ ἀνέστη γενεὰ ἑτέρα μετ᾿ αὐτούς, οἳ οὐκ ἔγνωσαν τὸν Κύριον καί γε τὸ ἔργον, ὃ ἐποίησεν ἐν τῷ ᾿Ισραήλ.

11 Καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐλάτρευσαν τοῖς Βααλίμ. 12 καὶ ἐγκατέλιπον τὸν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καί προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν Κύριον 13 καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ Βάαλ καὶ ταῖς ᾿Αστάρταις. 14 καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν. 15 ἐν πᾶσιν, οἷς ἐπορεύοντο, καὶ χεὶρ Κυρίου ἦν ἐπ᾿ αὐτοὺς εἰς κακά, καθὼς ἐλάλησε Κύριος καὶ καθὼς ὤμοσε Κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα. 16 καὶ ἤγειρε Κύριος κριτάς, καὶ ἔσωσεν αὐτοὺς Κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς. καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν, 17 ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων Κυρίου, οὐκ ἐποίησαν οὕτως. 18 καὶ ὅτι ἤγειρε Κύριος αὐτοῖς κριτάς, καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καί ἐκθλιβόντων αὐτούς. 19 καὶ ἐγένετο ὡς ἀπέθνησκεν ὁ κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων, λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν, καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς. 20 καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ εἶπεν· ἀνθ᾿ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου, ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου, 21 καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν ᾿Ιησοῦς υἱὸς Ναυὴ ἐν τῇ γῇ 22 καὶ ἀφῆκε, τοῦ πειράσαι ἐν αὐτοῖς τὸν ᾿Ισραήλ, εἰ φυλάσσονται τὴν ὁδὸν Κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, ἢ οὔ. 23 καὶ ἀφῆκε Κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ ᾿Ιησοῦ.

Κεφάλαιο 3

ΚΑΙ ταῦτα τὰ ἔθνη, ἃ ἀφῆκε Κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ᾿Ισραήλ, πάντας τοὺς μή ἐγνωκότας τοὺς πολέμους Χαναάν. 2 πλὴν διὰ τὰς γενεὰς υἱῶν ᾿Ισραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά· 3 τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Εὐαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ ᾿Αερμὼν ἕως Λαβωεμάθ. 4 καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ᾿Ισραήλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ. 5 καὶ οἱ υἱοὶ ᾿Ισραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ ᾿Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὐαίου καὶ τοῦ ᾿Ιεβουσαίου 6 καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.

7 Καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι. 8 καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαὶμ βασιλέως Συρίας ποταμῶν. καὶ ἐδούλευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῷ Χουσαρσαθαὶμ ἔτη ὀκτώ. 9 καὶ ἐκέκραξαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον· καί ἤγειρε Κύριος σωτῆρα τῷ ᾿Ισραήλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιὴλ υἱὸν Κενέζ ἀδελφοῦ Χάλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν, 10 καὶ ἐγένετο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν ᾿Ισραήλ. καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαίμ· καὶ παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαὶμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαίμ. 11 καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα· καὶ ἀπέθανε Γοθονιὴλ υἱὸς Κενέζ.

12 Καὶ προσέθεντο οἱ υἱοὶ ᾿Ισραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου. καὶ ἐνίσχυσε Κύριος τὸν ᾿Εγλὼμ βασιλέα Μωὰβ ἐπὶ τὸν ᾿Ισραὴλ διὰ τὸ πεποιηκέναι αὐτούς τὸ πονηρὸν ἔναντι Κυρίου. 13 καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς ᾿Αμμὼν καὶ ᾿Αμαλὴκ καὶ ἐπορεύθη καὶ ἐπάταξε τὸν ᾿Ισραὴλ καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινίκων. 14 καὶ ἐδούλευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῷ ᾿Εγλὼμ βασιλεῖ Μωὰβ ἔτη δεκαοκτώ. 15 καὶ ἐκέκραξαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν ᾿Αὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ ᾿Ιεμενί, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἐξαπέστειλαν οἱ υἱοὶ ᾿Ισραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ ᾿Εγλὼμ βασιλεῖ Μωάβ. 16 καὶ ἐποίησεν ἑαυτῷ ᾿Αὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν αὐτοῦ τὸν δεξιόν. 17 καὶ ἐπορεύθη καὶ προσήνεγκε τὰ δῶρα τῷ ᾿Εγλὼμ βασιλεῖ Μωάβ· καὶ ᾿Εγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα. 18 καὶ ἐγένετο ἡνίκα συνετέλεσεν ᾿Αὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλε τοὺς φέροντας τὰ δῶρα· 19 καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ. καὶ εἶπεν ᾿Αώδ· λόγος μοι κρύφιος πρός σε, βασιλεῦ. καὶ εἶπεν ᾿Εγλὼμ πρὸς αὐτόν· σιώπα· καὶ ἐξαπέστειλεν ἀφ᾿ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ᾿ αὐτόν. 20 καὶ ᾿Αὼδ εἰσῆλθε πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος. καὶ εἶπεν ᾿Αώδ· λόγος Θεοῦ μοι πρός σε, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου ᾿Εγλὼμ ἐγγὺς αὐτοῦ. 21 καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν ᾿Αὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβε τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ 22 καὶ ἐπεισήνεγκε καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἐπέκλεισε τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασε τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ. 23 καὶ ἐξῆλθεν ᾿Αὼδ τὴν προστάδα καὶ ἐξῆλθε τοὺς διατεταγμένους καὶ ἀπέκλεισε τὰς θύρας τοῦ ὑπερῴου κατ᾿ αὐτοῦ καὶ ἐσφήνωσε· 24 καὶ αὐτὸς ἐξῆλθε. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι, καὶ εἶπαν· μή ποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ; 25 καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο, καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς. 26 καὶ ᾿Αὼδ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθε τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετειρωθά. 27 καὶ ἐγένετο ἡνίκα ἦλθεν ᾿Αὼδ εἰς γῆν ᾿Ισραήλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει ᾿Εφραίμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν. 28 καὶ εἶπε πρὸς αὐτούς· κατάβητε ὀπίσω μου, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωὰβ ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ ᾿Ιορδάνου τῆς Μωάβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι. 29 καὶ ἐπάταξαν τὴν Μωὰβ τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ. 30 καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα ᾿Ισραήλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς ᾿Αὼδ ἕως οὗ ἀπέθανε.

31 Καὶ μετ᾿ αὐτὸν ἀνέστη Σαμεγὰρ υἱὸς Δινὰχ καὶ ἐπάταξε τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσε καί γε αὐτὸς τὸν ᾿Ισραήλ.

Κεφάλαιο 4

ΚΑΙ προσέθεντο οἱ υἱοὶ ᾿Ισραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ᾿Αὼδ ἀπέθανε. 2 καὶ ἀπέδοτο τοὺς υἱοὺς ᾿Ισραὴλ Κύριος ἐν χειρὶ ᾿Ιαβὶν βασιλέως Χαναάν, ὃς ἐβασίλευσεν ἐν ᾿Ασώρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν ᾿Αρισὼθ τῶν ἐθνῶν. 3 καὶ ἐκέκραξαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψε τὸν ᾿Ισραὴλ κατὰ κράτος εἴκοσιν ἔτη. 4 καὶ Δεββώρα γυνὴ προφῆτις γυνὴ Λαφιδώθ, αὕτη ἔκρινε τὸν ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ. 5 καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββώρα ἀνὰ μέσον τῆς Ραμὰ καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει ᾿Εφραίμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς κρίσιν. 6 καὶ ἀπέστειλε Δεββώρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν ᾿Αβινεὲμ ἐκ Κάδης Νεφθαλὶ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς ᾿Ισραήλ σοι καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών; 7 καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισῶν τὸν Σισάρα ἄρχοντα τῆς δυνάμεως ᾿Ιαβὶν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτόν εἰς χεῖράς σου. 8 καὶ εἶπε πρὸς αὐτὴν Βαράκ· ἐὰν πορευθῇς μετ᾿ ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν ᾗ εὐοδοῖ Κύριος τὸν ἄγγελον μετ᾿ ἐμοῦ. 9 καὶ εἶπε· πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν, ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται Κύριος τὸν Σισάρα. καὶ ἀνέστη Δεββώρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρὰκ ἐκ Κάδης. 10 καὶ ἐβόησε Βαρὰκ τὸν Ζαβουλὼν καὶ τὸν Νεφθαλὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καί ἀνέβη Δεββώρα μετ᾿ αὐτοῦ. 11 καὶ Χαβὲρ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινᾶ ἀπὸ τῶν υἱῶν ᾿Ιωβὰβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἐστιν ἐχόμενα Κεδές. 12 καὶ ἀνηγγέλη Σισάρᾳ, ὅτι ἀνέβη Βαρὰκ υἱὸς ᾿Αβινεὲμ εἰς ὄρος Θαβώρ. 13 καὶ ἐκάλεσε Σισάρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ ἀπὸ ᾿Αρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισῶν. 14 καὶ εἶπε Δεββώρα πρὸς Βαράκ· ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα, ἐν ᾗ παρέδωκε Κύριος τὸν Σισάρα ἐν τῇ χειρί σου, ὅτι Κύριος ἐξελεύσεται ἔμπροσθέν σου. καὶ κατέβη Βαρὰκ κατὰ τὸ ὄρος Θαβὼρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ. 15 καὶ ἐξέστησε Κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ρομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σισάρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγε τοῖς ποσὶν αὐτοῦ. 16 καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως ᾿Αρισὼθ τῶν ἐθνῶν· καὶ ἔπεσε πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ρομφαίας, οὐ κατελείφθη ἕως ἑνός. 17 καὶ Σισάρα ἔφυγε τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν ᾿Ιαὴλ γυναικὸς Χαβὲρ ἑταίρου τοῦ Κιναίου, ὅτι εἰρήνη ἦν ἀναμέσον ᾿Ιαβὶν βασιλέως ᾿Ασὼρ καὶ ἀναμέσον τοῦ οἴκου Χαβὲρ τοῦ Κιναίου. 18 καὶ ἐξῆλθεν ᾿Ιαὴλ εἰς συνάντησιν Σισάρα καὶ εἶπεν αὐτῷ· ἔκκλινον, κύριέ μου, ἔκλινον πρός με, μὴ φοβοῦ· καὶ ἐξέκλινε πρὸς αὐτὴν εἰς τὴν σκηνήν. καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ. 19 καὶ εἶπε Σισάρα πρὸς αὐτήν· πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλακτος, καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν. 20 καὶ εἶπε πρὸς αὐτὴν Σισάρα· στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρός σε καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ· εἰ ἔστιν ὧδε ἀνήρ; καὶ ἐρεῖς· οὐκ ἔστι. 21 καὶ ἔλαβεν ᾿Ιαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκε τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανε. 22 καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν ᾿Ιαὴλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ· δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἰδοὺ Σισάρα ἐρριμμένος νεκρὸς καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ. 23 καὶ ἐτρόπωσεν ὁ Θεὸς τὸν ᾿Ιαβὶν βασιλέα Χαναὰν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραήλ. 24 καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν ᾿Ισραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ ᾿Ιαβὶν βασιλέα Χαναάν, ἕως οὗ ἐξωλόθρευσαν τὸν ᾿Ιαβὶν βασιλέα Χαναάν.

Κεφάλαιο 5

ΚΑΙ ἦσαν Δεββώρα καὶ Βαρὰκ υἱὸς ᾿Αβινεὲμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες·

2 ᾿Απεκαλύφθη ἀποκάλυμμα ἐν ᾿Ισραήλ· ἐν τῷ ἑκουσιασθῆναι λαόν, εὐλογεῖτε Κύριον. 3 ἀκούσατε, βασιλεῖς, καὶ ἐνωτίσασθε, σατράπαι· ἐγώ εἰμι τῷ Κυρίῳ, ἐγώ εἰμι, ἄσομαι, ψαλῶ τῷ Κυρίῳ τῷ Θεῷ ᾿Ισραήλ. 4 Κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηείρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ ᾿Εδώμ, γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξε δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ· 5 ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου ᾿Ελωΐ, τοῦτο Σινὰ ἀπὸ προσώπου Κυρίου Θεοῦ ᾿Ισραήλ. 6 ἐν ἡμέραις Σαμεγὰρ υἱοῦ ᾿Ανάθ, ἐν ἡμέραις ᾿Ιαὴλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας· 7 ἐξέλιπον δυνατοὶ ἐν ᾿Ισραήλ, ἐξέλιπον, ἕως οὗ ἀνέστη Δεββώρα, ἕως οὗ ἀνέστη μήτηρ ἐν ᾿Ισραήλ. 8 ἐξελέξαντο θεοὺς καινούς· τότε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν ᾿Ισραήλ. 9 ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ ᾿Ισραήλ· οἱ ἐκουσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε Κύριον. 10 ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ᾿ ὁδῷ, 11 διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων· ἐκεῖ δώσουσι δικαιοσύνας Κυρίῳ, δικαιοσύνας αὔξησον ἐν ᾿Ισραήλ. τότε κατέβη εἰς τὰς πόλεις λαὸς Κυρίου. 12 ἐξεγείρου, ἐξεγείρου, Δεββώρα. ἐξεγείρου, ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα Βαράκ, καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς ᾿Αβινεέμ. 13 τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς, λαὸς Κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς. 14 ἐξ ἐμοῦ ᾿Εφραὶμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ ᾿Αμαλήκ· ὀπίσω σου Βενιαμὶν ἐν τοῖς λαοῖς σου. ἐν ἐμοὶ Μαχὶρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ Ζαβουλὼν ἕλκοντες ἐν ράβδῳ διηγήσεως γραμματέως. 15 καὶ ἀρχηγοὶ ἐν ᾿Ισσάχαρ μετὰ Δεββώρας καὶ Βαράκ, οὕτω Βαρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ. εἰς τὰς μερίδας Ρουβὴν μεγάλοι ἐξικνούμενοι καρδίαν. 16 εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων; εἰς διαιρέσεις Ρουβὴν μεγάλοι ἐξετασμοὶ καρδίας. 17 Γαλαὰδ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐσκήνωσε· καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις; ᾿Ασὴρ ἐκάθισε παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει. 18 Ζαβουλὼν λαὸς ὠνείδισε ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλὶ ἐπὶ ὕψη ἀγροῦ. 19 ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο, τότε ἐπολέμησαν βασιλεῖς Χαναὰν ἐν Θαναὰχ ἐπὶ ὕδατι Μαγεδδώ· δῶρον ἀργυρίου οὐκ ἔλαβον. 20 ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες, ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισάρα. 21 χειμάρρους Κισῶν ἐξέσυρεν αὐτούς, χειμάρρους ἀρχαίων, χειμάρρους Κισῶν· καταπατήσει αὐτὸν ψυχή μου δυνατή. 22 ὅτε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ. 23 καταρᾶσθε Μηρώζ, εἶπεν ἄγγελος Κυρίου, καταρᾶσθε, ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν, ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς. 24 εὐλογηθείη ἐν γυναιξὶν ᾿Ιαὴλ γυνὴ Χαβὲρ τοῦ Κιναίου, ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη. 25 ὕδωρ ᾔτησε, γάλα ἔδωκεν, ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκε βούτυρον. 26 χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινε καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων καὶ ἐσφυροκόπησε Σισάρα, διήλωσε κεφαλὴν αὐτοῦ καὶ ἐπάταξε, διήλωσε κρόταφον αὐτοῦ. 27 ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη, ἔπεσε καὶ ἐκοιμήθη· ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσε· καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς. 28 διὰ τῆς θυρίδος παρέκυψε μήτηρ Σισάρα ἐκτὸς τοῦ τοξικοῦ, διότι ἠσχύνθη ἅρμα αὐτοῦ, διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ. 29 αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν, καὶ αὐτὴ ἀπέστρεψε λόγους αὐτῆς ἑαυτῇ. 30 οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; οἰκτίρμων οἰκτειρήσει εἰς κεφαλὴν ἀνδρός· σκῦλα βαμμάτων τῷ Σισάρᾳ, σκῦλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα. 31 οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, Κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ.

Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.

Κεφάλαιο 6

ΚΑΙ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Μαδιὰμ ἑπτὰ ἔτη. 2 καὶ ἴσχυσε χεὶρ Μαδιὰμ ἐπὶ ᾿Ισραήλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ προσώπου Μαδιὰμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσι καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά. 3 καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ ᾿Ισραήλ, καὶ ἀνέβαινον Μαδιὰμ καὶ ᾿Αμαλήκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς· καὶ παρενέβαλον εἰς αὐτοὺς 4 καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν καὶ οὐ κατελείποντο ὑπόστασιν ζωῆς ἐν τῇ γῇ ᾿Ισραὴλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον· 5 ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, καὶ ἤρχοντο εἰς τὴν γῆν ᾿Ισραὴλ καὶ διέφθειρον αὐτήν. 6 καὶ ἐπτώχευσεν ᾿Ισραὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ, 7 καὶ ἐβόησαν υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον ἀπὸ προσώπου Μαδιάμ. 8 καὶ ἐξαπέστειλε Κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ, καὶ εἶπεν αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν 9 καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν 10 καὶ εἶπα ὑμῖν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ ᾿Αμορραίου, ἐν οἷς ὑμεῖς κάθησθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.

11 Καὶ ἦλθεν ἄγγελος Κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν ᾿Εφραθὰ τὴν ᾿Ιωὰς πατρὸς τοῦ ᾿Εσδρί, καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ραβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιάμ. 12 καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ εἶπε πρὸς αὐτόν· Κύριος μετὰ σοῦ, ἰσχυρὸς τῶν δυνάμεων. 13 καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· ἐν ἐμοί, Κύριέ μου, καὶ εἰ ἔστι Κύριος μεθ᾿ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες, μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἐξέρριψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιάμ. 14 καὶ ἐπέστρεψε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου καὶ εἶπε· πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ καὶ σώσεις τὸν ᾿Ισραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σε. 15 καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· ἐν ἐμοί, Κύριέ μου, ἐν τίνι σώσω τὸν ᾿Ισραήλ; ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασσῇ, καὶ ἐγώ εἰμι μικρότερος ἐν οἴκῳ τοῦ πατρός μου. 16 καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου· Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα. 17 καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· εἰ δὴ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ,τι ἐλάλησας μετ᾿ ἐμοῦ, 18 μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρός σε, καὶ ἐξοίσω τὴν θυσίαν καὶ θύσω ἐνώπιόν σου. καὶ εἶπεν· ἐγώ εἰμι, καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε. 19 καὶ Γεδεὼν εἰσῆλθε καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οἰφὶ ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισε. 20 καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ Θεοῦ· λαβὲ τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε· καὶ ἐποίησεν οὕτως. 21 καὶ ἐξέτεινεν ὁ ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ράβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων, καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγε τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος Κυρίου ἐπορεύθη ἀπ᾿ ὀφθαλμῶν αὐτοῦ. 22 καὶ εἶδε Γεδεὼν ὅτι ἄγγελος Κυρίου οὗτός ἐστι, καὶ εἶπε Γεδεών· ἆ ἆ, Κύριέ μου Κύριε, ὅτι εἶδον τὸν ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον. 23 καὶ εἶπεν αὐτῷ Κύριος· εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς. 24 καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκάλεσεν αὐτῷ Εἰρήνη Κυρίου ἕως τῆς ἡμέρας ταύτης, ἔτι αὐτοῦ ὄντος ἐν ᾿Εφραθὰ πατρὸς τοῦ ᾿Εσδρί.

25 Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Κύριος· λαβὲ τὸν μόσχον τὸν ταῦρον, ὅς ἐστι τῷ πατρί σου, καὶ μόσχον δεύτερον ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βάαλ ὅ ἐστι τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπ᾿ αὐτὸ ὀλοθρεύσεις. 26 καὶ οἰκοδομήσεις θυσιαστήριον τῷ Κυρίῳ τῷ Θεῷ σου ἐπὶ κορυφὴν τοῦ Μαουὲκ τούτου ἐν τῇ παρατάξει καὶ λήψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαυτώματα ἐν τοῖς ξύλοις τοῦ ἄλσους, οὗ ἐξολοθρεύσεις. 27 καὶ ἔλαβε Γεδεὼν δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησε πρὸς αὐτὸν Κύριος· καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας, καὶ ἐποίησε νυκτός. 28 καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωΐ, καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ τὸ ἄλσος τὸ ἐπ᾿ αὐτῷ ὠλόθρευτο· καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον. 29 καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τίς ἐποίησε τὸ ρῆμα τοῦτο; καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι Γεδεὼν υἱὸς ᾿Ιωὰς ἐποίησε τὸ ρῆμα τοῦτο. 30 καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς ᾿Ιωάς· ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι καθεῖλε τὸ θυσιαστήριον τοῦ Βάαλ καὶ ὅτι ὠλόθρευσε τὸ ἄλσος τὸ ἐπ᾿ αὐτῷ. 31 καὶ εἶπε Γεδεὼν υἱὸς ᾿Ιωὰς τοῖς ἀνδράσι πᾶσιν, οἳ ἐπανέστησαν αὐτῷ· μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βάαλ; ἢ ὑμεῖς σώσετε αὐτόν; ὃς ἐὰν δικάσηται αὐτῷ, θανατωθήτω ἕως πρωΐ· εἰ Θεός ἐστι, δικαζέσθω αὐτῷ, ὅτι καθεῖλε τὸ θυσιαστήριον αὐτοῦ. 32 καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ῾Ιεροβάαλ λέγων· δικαζέσθω ἐν αὐτῷ ὁ Βάαλ, ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ. 33 καὶ πᾶσα Μαδιὰμ καὶ ᾿Αμαλὴκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν τῇ κοιλάδι ᾿Ιεζραέλ. 34 καὶ πνεῦμα Κυρίου ἐνεδυνάμωσε τὸν Γεδεών, καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐφοβήθη ᾿Αβιέζερ ὀπίσω αὐτοῦ. 35 καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα Μανασσῆ καὶ ἐν ᾿Ασὴρ καὶ ἐν Ζαβουλὼν καὶ ἐν Νεφθαλὶ καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν. 36 καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· εἰ σύ σώζεις ἐν χειρί μου τὸν ᾿Ισραὴλ καθὼς ἐλάλησας, 37 ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι· ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν ᾿Ισραήλ, καθὼς ἐλάλησας. 38 καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισε τῇ ἐπαύριον καὶ ἐξεπίασε τὸν πόκον, καὶ ἔσταξε δρόσος ἀπὸ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος. 39 καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· πειράσω δὴ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος. 40 καὶ ἐποίησεν ὁ Θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος.

Κεφάλαιο 7

ΚΑΙ ὤρθρισεν ῾Ιεροβάαλ (αὐτός ἐστι Γεδεὼν) καὶ πᾶς ὁ λαὸς μετ᾿ αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν ᾿Αράδ, καὶ παρεμβολὴ Μαδιὰμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ Γαβαὰθ ᾿Αμωρὰ ἐν κοιλάδι. 2 καὶ εἶπε Κύριος πρὸς Γεδεών· πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ, ὥστε μὴ παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μή ποτε καυχήσηται ᾿Ισραὴλ ἐπ᾿ ἐμὲ λέγων· ἡ χείρ μου ἔσωσέ με· 3 καὶ νῦν λάλησον δὴ ἐν ὠσὶ τοῦ λαοῦ λέγων· τίς ὁ φοβούμενος καὶ δειλός; ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλαάδ. καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν. 4 καὶ εἶπε Κύριος πρὸς Γεδεών· ἔτι ὁ λαὸς πολύς ἐστι· κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ, καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ, οὗτος πορεύσεται σὺν σοί, αὐτὸς πορεύσεται σὺν σοί· καὶ πᾶς, ὃν ἐὰν εἴπω πρός σε· οὗτος οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ. 5 καὶ κατήνεγκε τὸν λαὸν πρὸς τὸ ὕδωρ· καὶ εἶπε Κύριος πρὸς Γεδεών· πᾶς, ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς, ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν. 6 καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες, καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ. 7 καὶ εἶπε Κύριος πρὸς Γεδεών· ἐν τοῖς τριακοσίοις ἀνδράσι τοῖς λάψασι σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιὰμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τόν τόπον αὐτοῦ. 8 καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν, καὶ τὸν πάντα ἄνδρα ᾿Ισραὴλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσε. καὶ ἡ παρεμβολὴ Μαδιὰμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι. 9 καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου· 10 καὶ εἰ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ καὶ Φαρὰ τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν 11 καὶ ἀκούσῃ, τί λαλήσουσι· καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου, καταβήσῃ ἐν τῇ παρεμβολῇ. καὶ κατέβη αὐτὸς καὶ Φαρὰ τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα, οἳ ἦσαν ἐν τῇ παρεμβολῇ. 12 καὶ Μαδιὰμ καὶ ᾿Αμαλὴκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλ᾿ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος. 13 καὶ ἦλθε Γεδεών, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν· ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιὰμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν, καὶ ἔπεσε, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή. 14 καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν· οὐκ ἔστιν αὕτη εἰ μὴ ρομφαία Γεδεὼν υἱοῦ ᾿Ιωὰς ἀνδρὸς ᾿Ισραήλ· παρέδωκεν ὁ Θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν. 15 καὶ ἐγένετο ὡς ἤκουσε Γεδεὼν τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ, καὶ προσεκύνησε Κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν ᾿Ισραὴλ καὶ εἶπεν· ἀνάστητε, ὅτι παρέδωκε Κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ. 16 καὶ διεῖλε τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς καὶ ἔδωκε κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις 17 καὶ εἶπε πρὸς αὐτούς· ἀπ᾿ ἐμοῦ ὄψεσθε καὶ οὕτω ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς, καὶ ἔσται καθὼς ἂν ποιήσω, οὕτω ποιήσετε· 18 καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ, καὶ πάντες μετ᾿ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς καὶ ἐρεῖτε· τῷ Κυρίῳ καὶ τῷ Γεδεών. 19 καὶ εἰσῆλθε Γεδεὼν καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ᾿ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν. 20 καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶ δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν· ρομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών. 21 καὶ ἔστησεν ἀνὴρ ἐφ᾿ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς, καὶ ἔδραμε πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον. 22 καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις, καὶ ἔθηκε Κύριος τὴν ρομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ, 23 καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτὰ Γαραγαθὰ ἕως χείλους ᾿Αβωμεουλὰ ἐπὶ Ταβάθ. καὶ ἐβόησαν ἀνὴρ ᾿Ισραὴλ ἀπὸ Νεφθαλὶ καὶ ἀπὸ ᾿Ασὴρ καὶ ἀπὸ παντὸς Μανασσῆ καὶ ἐδίωξαν ὀπίσω Μαδιάμ. 24 καὶ ἀγγέλους ἐπέστειλε Γεδεὼν ἐν παντὶ ὄρει ᾿Εφραὶμ λέγων· κατάβητε εἰς συνάντησιν Μαδιὰμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν ᾿Ιορδάνην· καὶ ἐβόησε πᾶς ἀνὴρ ᾿Εφραὶμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν ᾿Ιορδάνην. 25 καὶ συνελάβοντο τοὺς ἄρχοντας Μαδιὰμ καὶ τὸν ᾿Ωρὴβ καὶ τὸν Ζὴβ καὶ ἀπέκτειναν τὸν ᾿Ωρὴβ ἐν Σοὺρ καὶ τὸν Ζὴβ ἀπέκτειναν ἐν ῾Ιακεφζήφ καὶ κατεδίωξαν Μαδιὰμ· καὶ τὴν κεφαλὴν ᾿Ωρὴβ καὶ Ζὴβ ἤνεγκαν πρὸς Γεδεὼν ἀπὸ πέραν τοῦ ᾿Ιορδάνου.

Κεφάλαιο 8

ΚΑΙ εἶπαν πρὸς Γεδεὼν ἀνὴρ ᾿Εφραίμ· τί τὸ ρῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιάμ; καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς. 2 καὶ εἶπε πρὸς αὐτούς· τί ἐποίησα νῦν καθὼς ὑμεῖς; ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς ᾿Εφραὶμ ἢ τρυγητὸς ᾿Αβιέζερ; 3 ἐν χειρὶ ὑμῶν παρέδωκε Κύριος τοὺς ἄρχοντας Μαδιάμ, τὸν ᾿Ωρὴβ καὶ τὸν Ζήβ· καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ᾿ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον. 4 καὶ ἦλθε Γεδεὼν ἐπὶ τὸν ᾿Ιορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ᾿ αὐτοῦ πεινῶντες καὶ διώκοντες. 5 καὶ εἶπε τοῖς ἀνδράσι Σοκχώθ· δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσι, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεὲ καὶ Σελμανὰ βασιλέων Μαδιάμ. 6 καὶ εἶπον οἱ ἄρχοντες Σοκχώθ· μὴ χεὶρ Ζεβεὲ καὶ Σελμανὰ νῦν ἐν χειρί σου; οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους; 7 καὶ εἶπε Γεδεών· διὰ τοῦτο ἐν τῷ δοῦναι Κύριον τὸν Ζεβεὲ καὶ τὸν Σελμανὰ ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς Βαρκηνίμ. 8 καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουὴλ καὶ ἐλάλησε πρὸς αὐτοὺς ὡσαύτως, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχώθ. 9 καὶ εἶπε Γεδεὼν πρὸς ἄνδρας Φανουήλ· ἐν ἐπιστροφῇ μου μετ᾿ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον. 10 καὶ Ζεβεὲ καὶ Σελμανὰ ἐν Καρκάρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ᾿ αὐτῶν ὡσεὶ δεκαπέντε χιλιάδες, πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων, καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ρομφαίαν. 11 καὶ ἀνέβη Γεδεὼν ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Ναβαὶ καὶ ᾿Ιεγεβάλ· καὶ ἐπάταξε τὴν παρεμβολήν, καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα. 12 καὶ ἔφυγον Ζεβεὲ καὶ Σελμανά, καὶ ἐδίωξαν ὀπίσω αὐτῶν καὶ ἐκράτησε τοὺς δύο βασιλεῖς Μαδιάμ, τὸν Ζεβεὲ καὶ τὸν Σελμανά, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησε. 13 καὶ ἐπέστρεψε Γεδεὼν υἱὸς ᾿Ιωὰς ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως ᾿Αρές. 14 καὶ συνέλαβε παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχὼθ καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἔγραψε πρὸς αὐτὸν ὀνόματα τῶν ἀρχόντων Σοκχὼθ καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας. 15 καὶ παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοκχὼθ καὶ εἶπεν· ἰδοὺ Ζεβεὲ καὶ Σελμανά, ἐν οἷς ὠνειδίσατέ με λέγοντες· μὴ χεὶρ Ζεβεὲ καὶ Σελμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσι σου τοῖς ἐκλείπουσιν ἄρτους; 16 καὶ ἔλαβε τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς Βαρκηνὶμ καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως. 17 καὶ τὸν πύργον Φανουὴλ κατέσκαψε καὶ ἀπέκτεινε τοὺς ἄνδρας τῆς πόλεως. 18 καὶ εἶπε πρὸς Ζεβεὲ καὶ Σελμανά· ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβώρ; καὶ εἶπαν· ὡς σύ, ὡς αὐτοὶ εἰς ὁμοίωμα υἱοῦ βασιλέως. 19 καὶ εἶπε Γεδεών· ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῇ Κύριος, εἰ ἐζωογονήκειτε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς. 20 καὶ εἶπεν ᾿Ιεθὲρ τῷ πρωτοτόκῳ αὐτοῦ· ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασε τὸ παιδάριον τὴν ρομφαίαν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἦν. 21 καὶ εἶπε Ζεβεὲ καὶ Σελμανά· ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου. καὶ ἀνέστη Γεδεὼν καὶ ἀπέκτεινε τὸν Ζεβεὲ καὶ τὸν Σελμανὰ καὶ ἔλαβε τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.

22 Καὶ εἶπον ἀνὴρ ᾿Ισραὴλ πρὸς Γεδεών· κύριε, ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου καὶ ὁ υἱὸς τοῦ υἱοῦ σου, ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιάμ. 23 καὶ εἶπε πρὸς αὐτοὺς Γεδεών· οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν· Κύριος ἄρξει ὑμῶν. 24 καὶ εἶπε πρὸς αὐτοὺς Γεδεών· αἰτήσομαι παρ᾿ ὑμῶν αἴτημα καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι ἦσαν ᾿Ισμαηλῖται. 25 καὶ εἶπαν· διδόντες δώσομεν· καὶ ἀνέπτυξε τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ. 26 καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν, ὧν ᾔτησε, χίλιοι καὶ ἑπτακόσιοι χρυσοῖ, πάρεξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιὰμ καὶ ἐκτὸς τῶν περιθεμάτων, ἃ ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν. 27 καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς ᾿Εφὼδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ ᾿Εφραθά· καὶ ἐξεπόρνευσε πᾶς ᾿Ισραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον. 28 καὶ συνεστάλη Μαδιὰμ ἐνώπιον υἱῶν ᾿Ισραὴλ καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη ἐν ἡμέραις Γεδεών. 29 καὶ ἐπορεύθη ῾Ιεροβάαλ υἱὸς ᾿Ιωὰς καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ. 30 καὶ τῷ Γεδεὼν ἦσαν υἱοὶ ἑβδομήκοντα ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ. 31 καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχέμ· καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἔθηκε τὸ ὄνομα αὐτοῦ ᾿Αβιμέλεχ. 32 καὶ ἀπέθανε Γεδεὼν υἱὸς ᾿Ιωὰς ἐν πόλει αὐτοῦ καὶ ἐτάφη ἐν τῷ τάφῳ ᾿Ιωὰς τοῦ πατρὸς αὐτοῦ ἐν ᾿Εφραθὰ ᾿Αβιεσδρί.

33 Καὶ ἐγενήθη ὡς ἀπέθανε Γεδεών, καὶ ἐπέστρεψαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλὶμ καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βάαλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν. 34 καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ ᾿Ισραὴλ Κυρίου τοῦ Θεοῦ τοῦ ρυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν. 35 καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου ῾Ιεροβάαλ (αὐτός ἐστι Γεδεών) κατὰ πάντα τὰ ἀγαθά, ἃ ἐποίησε μετὰ ᾿Ισραήλ.

Κεφάλαιο 9

ΚΑΙ ἐπορεύθη ᾿Αβιμέλεχ υἱὸς ῾Ιεροβάαλ εἰς Συχὲμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ καὶ ἐλάλησε πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων· 2 λαλήσατε δὴ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχέμ· τί τὸ ἀγαθὸν ὑμῖν, κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς ῾Ιεροβάαλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι. 3 καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχὲμ πάντας τοὺς λόγους τούτους, καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω ᾿Αβιμέλεχ, ὅτι εἶπαν· ἀδελφὸς ἡμῶν ἐστι. 4 καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβερίθ, καὶ ἐμισθώσατο ἑαυτῷ ᾿Αβιμέλεχ ἄνδρας κενοὺς καὶ δειλούς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ. 5 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς ᾿Εφραθὰ καὶ ἀπέκτεινε τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς ῾Ιεροβάαλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη ᾿Ιωάθαμ υἱὸς ῾Ιεροβάαλ ὁ νεώτερος, ὅτι ἐκρύβη. 6 καὶ συνήχθησαν πάντες ἄνδρες Σικίμων καὶ πᾶς οἶκος Βηθμααλὼν καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν ᾿Αβιμέλεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικίμοις.

7 Καὶ ἀνηγγέλη τῷ ᾿Ιωάθαμ, καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαριζὶν καὶ ἐπῇρε τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσε καὶ εἶπεν αὐτοῖς· ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσεται ὑμῶν ὁ Θεός. 8 πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι ἐφ᾿ ἑαυτὰ βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ· βασίλευσον ἐφ᾿ ἡμῶν. 9 καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· μὴ ἀπολείψασα τὴν ποιότητά μου, ἐν ᾗ δοξάσουσι τὸν Θεὸν ἄνδρες, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 10 καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· δεῦρο βασίλευσον ἐφ᾿ ἡμῶν. 11 καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθά, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 12 καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον· δεῦρο βασίλευσον ἐφ᾿ ἡμῶν. 13 καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος· μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα Θεὸν καὶ ἀνθρώπους, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 14 καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ράμνῳ· δεῦρο σὺ βασίλευσον ἐφ᾿ ἡμῶν. 15 καὶ εἶπεν ἡ ράμνος πρὸς τὰ ξύλα· εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ᾿ ὑμᾶς, δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἀπ᾿ ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου. 16 καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν ᾿Αβιμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ ῾Ιεροβάαλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ, 17 ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἐξέρριψε τὴν ψυχὴν αὐτοῦ ἐξεναντίας καὶ ἐρρύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιάμ, 18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ ἐβασιλεύσατε τὸν ᾿Αβιμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστι, 19 καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ ῾Ιεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείη τε ἐν ᾿Αβιμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ᾿ ὑμῖν. 20 εἰ δὲ οὔ, ἐξέλθοι πῦρ ἀπὸ ᾿Αβιμέλεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων καὶ τὸν οἶκον Βηθμααλὼν καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλὼν καὶ καταφάγοι τὸν ᾿Αβιμέλεχ. 21 καὶ ἔφυγεν ᾿Ιωάθαμ καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως Βαιὴρ καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου ᾿Αβιμέλεχ ἀδελφοῦ αὐτοῦ.

22 Καὶ ἦρξεν ᾿Αβιμέλεχ ἐπὶ ᾿Ισραὴλ τρία ἔτη. 23 καὶ ἐξαπέστειλεν ὁ Θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον ᾿Αβιμέλεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ ᾿Αβιμέλεχ, 24 τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν ῾Ιεροβάαλ καὶ τὰ αἵματα αὐτῶν τοῦ θεῖναι ἐπὶ ᾿Αβιμέλεχ τὸν ἀδελφὸν αὐτῶν, ὃς ἀπέκτεινεν αὐτούς, καὶ ἐπὶ ἄνδρας Σικίμων, ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ. 25 καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικίμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ διήρπαζον πάντα, ὃς παρεπορεύετο ἐπ᾿ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ βασιλεῖ ᾿Αβιμέλεχ. 26 καὶ ἦλθε Γαὰλ υἱὸς ᾿Ιωβὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν Σικίμοις, καὶ ἤλπισαν ἐν αὐτῷ οἱ ἄνδρες Σικίμων. 27 καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν ᾿Ελλουλὶμ καὶ εἰσήνεγκαν εἰς οἶκον Θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν ᾿Αβιμέλεχ. 28 καὶ εἶπε Γαὰλ υἱὸς ᾿Ιωβήλ· τίς ἐστιν ᾿Αβιμέλεχ καὶ τίς ἐστιν υἱὸς Συχέμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ υἱὸς ῾Ιεροβάαλ, καὶ Ζεβοὺλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν ᾿Εμμὼρ πατρὸς Συχέμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς; 29 καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω τὸν ᾿Αβιμέλεχ καὶ ἐρῶ πρὸς αὐτόν· πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε. 30 καὶ ἤκουσε Ζεβοὺλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γαὰλ υἱοῦ ᾿Ιωβὴλ καὶ ὠργίσθη θυμῷ αὐτός. 31 καὶ ἀπέστειλεν ἀγγέλους πρὸς ᾿Αβιμέλεχ ἐν κρυφῇ λέγων· ἰδοὺ Γαὰλ υἱὸς ᾿Ιωβὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς Συχέμ, καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ· 32 καὶ νῦν ἀνάστηθι νυκτός, σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ, καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ, 33 καὶ ἔσται τὸ πρωΐ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ ὅσα ἂν εὕρῃ ἡ χείρ σου. 34 καὶ ἀνέστη ᾿Αβιμέλεχ καὶ πᾶς ὁ λαὸς μετ᾿ αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Συχὲμ τέτρασιν ἀρχαῖς. 35 καὶ ἐξῆλθε Γαὰλ υἱὸς ᾿Ιωβὴλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη ᾿Αβιμέλεχ καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου. 36 καὶ εἶδε Γαὰλ υἱὸς ᾿Ιωβὴλ τὸν λαὸν καὶ εἶπε πρὸς Ζεβούλ· ἰδοὺ λαὸς καταβαίνει ἀπὸ τῶν κεφαλῶν τῶν ὀρέων. καὶ εἶπε πρὸς αὐτὸν Ζεβούλ· τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας. 37 καὶ προσέθετο ἔτι Γαὰλ τοῦ λαλῆσαι καὶ εἶπεν· ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ ἑτέρα ἔρχεται δι᾿ ὁδοῦ ῾Ηλωνμαωνενίμ. 38 καὶ εἶπε πρὸς αὐτὸν Ζεβούλ· καὶ ποῦ ἐστι τὸ στόμα σου ὡς ἐλάλησας, τίς ἐστιν ᾿Αβιμέλεχ, ὅτι δουλεύσομεν αὐτῷ; μὴ οὐχὶ οὗτος ὁ λαός, ὃν ἐξουδένωσας; ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ. 39 καὶ ἐξῆλθε Γαὰλ ἐνώπιον ἀνδρῶν Συχὲμ καὶ παρετάξατο πρὸς ᾿Αβιμέλεχ. 40 καὶ ἐδίωξεν αὐτὸν ᾿Αβιμέλεχ, καὶ ἐφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης. 41 καὶ εἰσῆλθεν ᾿Αβιμέλεχ ἐν ᾿Αρημά· καὶ ἐξέβαλε Ζεβοὺλτὸν Γαὰλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν Συχέμ. 42 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸν ἀγρόν, καὶ ἀνήγγειλε τῷ ᾿Αβιμέλεχ. 43 καὶ ἔλαβε τὸν λαόν, καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν ἀγρῷ· καὶ εἶδε καὶ ἰδοὺ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἀνέστη ἐπ᾿ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς. 44 καὶ ᾿Αβιμέλεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ᾿ αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς. 45 καὶ ᾿Αβιμέλεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινε καὶ τὴν πόλιν καθεῖλε καὶ ἔσπειρεν αὐτὴν ἅλας. 46 καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων Συχὲμ καὶ ἦλθον εἰς συνέλευσιν Βαιθηλβερίθ. 47 καὶ ἀνηγγέλη τῷ ᾿Αβιμέλεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχέμ. 48 καὶ ἀνέβη ᾿Αβιμέλεχ εἰς ὄρος ῾Ερμὼν καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ, καὶ ἔλαβεν ᾿Αβιμέλεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψε κλάδον ξύλου καὶ ᾖρε καὶ ἔθηκεν ἐπὶ ὤμων αὐτοῦ καὶ εἶπε τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ· ὃ εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς ἐγώ. 49 καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω ᾿Αβιμέλεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ᾿ αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί, καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικίμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες.

50 Καὶ ἐπορεύθη ᾿Αβιμέλεχ ἐκ Βαιθηλβερὶθ καὶ παρενέβαλεν ἐν Θήβης καὶ κατέλαβεν αὐτήν. 51 καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου. 52 καὶ ἦλθεν ᾿Αβιμέλεχ ἕως τοῦ πύργου, καὶ παρετάξαντο αὐτῷ· καὶ ἤγγισεν ᾿Αβιμέλεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί. 53 καὶ ἔρριψε γυνὴ μία κλάσμα ἐπιμύλιον ἐπὶ κεφαλὴν ᾿Αβιμέλεχ καὶ ἔκλασε τὸ κρανίον αὐτοῦ. 54 καὶ ἐβόησε ταχὺ πρὸς τὸ παιδάριον τὸ αἷρον τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ· σπάσον τὴν ρομφαίαν μου καὶ θανάτωσόν με, μή ποτε εἴπωσι· γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανε. 55 καὶ εἶδεν ἀνὴρ ᾿Ισραὴλ ὅτι ἀπέθανεν ᾿Αβιμέλεχ, καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ. 56 καὶ ἐπέστρεψεν ὁ Θεὸς τὴν πονηρίαν ᾿Αβιμέλεχ, ἣν ἐποίησε τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ. 57 καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν Συχὲμ ἐπέστρεψεν ὁ Θεὸς εἰς κεφαλὴν αὐτῶν, καὶ ἐπῆλθεν ἐπ᾿ αὐτοὺς ἡ κατάρα ᾿Ιωάθαμ υἱοῦ ῾Ιεροβάαλ.

Κεφάλαιο 10

ΚΑΙ ἀνέστη μετὰ ᾿Αβιμέλεχ τοῦ σῶσαι τὸν ᾿Ισραὴλ Θωλὰ υἱὸς Φουά, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ ᾿Ισσάχαρ, καὶ αὐτὸς ᾤκει ἐν Σαμὶρ ἐν ὄρει ᾿Εφραίμ. 2 καὶ ἔκρινε τὸν ᾿Ισραὴλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανε καὶ ἐτάθη ἐν Σαμίρ.

3 Καὶ ἀνέστη μετ᾿ αὐτὸν ᾿Ιαΐρ ὁ Γαλαάδ, καὶ ἔκρινε τὸν ᾿Ισραὴλ εἴκοσι δύο ἔτη. 4 καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους· καὶ τριάκοντα δύο πόλεις αὐτοῖς, καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις ᾿Ιαΐρ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ Γαλαάδ. 5 καὶ ἀπέθανεν ᾿Ιαΐρ καὶ ἐτάφη ἐν Ραμνών.

6 Καὶ προσέθεντο οἱ υἱοὶ ᾿Ισραὴλ τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐδούλευσαν τοῖς Βααλὶμ καὶ τοῖς ᾿Ασταρὼθ καὶ τοῖς θεοῖς ᾿Αρὰδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν ᾿Αμμὼν καὶ τοῖς θεοῖς Φυλιστιΐμ καὶ ἐγκατέλιπον τὸν Κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ. 7 καὶ ὠργίσθη θυμῷ Κύριος ἐν ᾿Ισραὴλ καὶ ἐπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιΐμ καὶ ἐν χειρὶ υἱῶν ᾿Αμμών. 8 καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, τοὺς πάντας υἱοὺς ᾿Ισραὴλ τοὺς ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν γῇ τοῦ ᾿Αμορρὶ τοῦ ἐν Γαλαάδ. 9 καὶ διέβησαν οἱ υἱοὶ ᾿Αμμὼν τὸν ᾿Ιορδάνην παρατάξασθαι πρὸς ᾿Ιούδαν καὶ Βενιαμὶν καὶ πρὸς ᾿Εφραὶμ καὶ ἐθλίβη ᾿Ισραὴλ σφόδρα. 10 καὶ ἐβόησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον λέγοντες· ἡμάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν Θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλίμ. 11 καὶ εἶπε Κύριος πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ· μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ ᾿Αμορραίου καὶ ἀπὸ υἱῶν ᾿Αμμὼν καὶ ἀπὸ Φυλιστιΐμ 12 καὶ Σιδωνίων καὶ ᾿Αμαλὴκ καὶ Μαδιάμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν; 13 καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. 14 πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν. 15 καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον· ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ. 16 καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐδούλευσαν τῷ Κυρίῳ μόνῳ, καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ ᾿Ισραήλ.

17 Καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Αμμών, καὶ παρενέβαλον ἐν Γαλαάδ. καὶ συνήχθησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ. 18 καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τίς ὁ ἀνήρ, ὅστις ἂν ἄρξεται παρατάξασθαι πρὸς υἱοὺς ᾿Αμμών; καὶ ἔσται εἰς ἄρχοντα πᾶσι τοῖς κατοικοῦσι Γαλαάδ.

Κεφάλαιο 11

ΚΑΙ ᾿Ιεφθάε ὁ Γαλααδίτης ἐπῃρμένος δυνάμει· καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης, ἣ ἐγέννησε τῷ Γαλαὰδ τὸν ᾿Ιεφθάε. 2 καὶ ἔτεκεν ἡ γυνὴ Γαλαὰδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν ᾿Ιεφθάε καὶ εἶπαν αὐτῷ· οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ. 3 καὶ ἔφυγεν ᾿Ιεφθάε ἀπὸ προσώπου τῶν ἀδελφῶν αὐτοῦ καὶ ᾤκησεν ἐν γῇ Τώβ, καὶ συνεστράφησαν πρὸς ᾿Ιεφθάε ἄνδρες κενοὶ καὶ ἐξῆλθον μετ᾿ αὐτοῦ. 4 καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ ᾿Αμμὼν μετὰ ᾿Ισραήλ, 5 καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλαὰδ λαβεῖν τὸν ᾿Ιεφθάε ἀπὸ τῆς γῆς Τὼβ 6 καὶ εἶπαν τῷ ᾿Ιεφθάε· δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγόν, καὶ παραταξόμεθα πρὸς υἱοὺς ᾿Αμμών. 7 καὶ εἶπεν ᾿Ιεφθάε τοῖς πρεσβυτέροις Γαλαάδ· οὐχὶ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλατέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ᾿ ὑμῶν; καὶ διατὶ ἤλθατε πρός με νῦν, ἡνίκα χρῄζετε; 8 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς ᾿Ιεφθάε· διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρός σε, καὶ πορεύσῃ μεθ᾿ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς ᾿Αμμών· καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσι τοῖς κατοικοῦσι Γαλαάδ. 9 καὶ εἶπεν ᾿Ιεφθάε πρὸς τοὺς πρεσβυτέρους Γαλαάδ· εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς ᾿Αμμὼν καὶ παραδῷ αὐτοὺς Κύριος ἐνώπιον ἐμοῦ, καὶ ἐγὼ ὑμῖν ἔσομαι εἰς ἄρχοντα. 10 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς ᾿Ιεφθάε· Κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ρῆμά σου οὕτω ποιήσομεν. 11 καὶ ἐπορεύθη ᾿Ιεφθάε μετὰ τῶν πρεσβυτέρων Γαλαάδ, καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ᾿ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν. καὶ ἐλάλησεν ᾿Ιεφθάε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον Κυρίου ἐν Μασσηφά.

12 Καὶ ἀπέστειλεν ᾿Ιεφθάε ἀγγέλους πρὸς βασιλέα υἱῶν ᾿Αμμὼν λέγων· τί ἐμοὶ καὶ σοί, ὅτι ἦλθες πρός με τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου; 13 καὶ εἶπε βασιλεὺς υἱῶν ᾿Αμμὼν πρὸς τοὺς ἀγγέλους ᾿Ιεφθάε· ὅτι ἔλαβεν ᾿Ισραὴλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ ᾿Αρνὼν ἕως ᾿Ιαβὸκ καὶ ἕως τοῦ ᾿Ιορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ, καὶ πορεύσομαι. 14 καὶ προσέθηκεν ἔτι ᾿Ιεφθάε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν ᾿Αμμών. 15 καὶ εἶπεν αὐτῷ· οὕτω λέγει ᾿Ιεφθάε· οὐκ ἔλαβεν ᾿Ισραὴλ τὴν γῆν Μωὰβ καὶ τὴν γῆν υἱῶν ᾿Αμμών· 16 ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σὶφ καὶ ἦλθεν εἰς Κάδης. 17 καὶ ἀπέστειλεν ᾿Ισραὴλ ἀγγέλους πρὸς βασιλέα ᾿Εδὼμ λέγων· παρελεύσομαι δὴ ἐν τῇ γῇ σου· καὶ οὐκ ἤκουσε βασιλεὺς ᾿Εδώμ. καί γε πρὸς βασιλέα Μωὰβ ἀπέστειλε, καὶ οὐκ εὐδόκησε. καὶ ἐκάθισεν ᾿Ισραὴλ ἐν Κάδης. 18 καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσε τὴν γῆν ᾿Εδὼμ καὶ τὴν γῆν Μωὰβ καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωὰβ καὶ παρενέβαλεν ἐν πέραν ᾿Αρνὼν καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωάβ, ὅτι ᾿Αρνὼν ὅριον Μωάβ. 19 καὶ ἀπέστειλεν ᾿Ισραὴλ ἀγγέλους πρὸς Σηὼν βασιλέα τοῦ ᾿Αμορραίου βασιλέα ᾿Εσεβών, καὶ εἶπεν αὐτῷ ᾿Ισραήλ· παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν. 20 καὶ οὐκ ἐνεπίστευσε Σηὼν τῷ ᾿Ισραὴλ παρελθεῖν ἐν τῷ ὁρίῳ αὐτοῦ· καὶ συνῆξε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς ᾿Ιασά, καὶ παρετάξατο πρὸς ᾿Ισραήλ. 21 καὶ παρέδωκε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ τὸν Σηὼν καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτόν· καὶ ἐκληρονόμησεν ᾿Ισραὴλ πᾶσαν τὴν γῆν τοῦ ᾿Αμμοραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην. 22 ἀπὸ ᾿Αρνὼν καὶ ἕως τοῦ ᾿Ιαβὸκ καὶ ἀπὸ τοῦ ἐρήμου ἕως τοῦ ᾿Ιορδάνου. 23 καὶ νῦν Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἐξῇρε τὸν ᾿Αμορραῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ ᾿Ισραήλ, καὶ σὺ κληρονομήσεις αὐτόν; 24 οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμὼς ὁ θεός σου, αὐτὰ κληρονομήσεις, καὶ τοὺς πάντας, οὓς ἐξῇρε Κύριος ὁ Θεὸς ἡμῶν ἀπὸ προσώπου ὑμῶν, αὐτοὺς κληρονομήσομεν; 25 καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλὰκ υἱὸν Σεπφὼρ βασιλέως Μωάβ; μὴ μαχόμενος ἐμαχέσατο μετὰ ᾿Ισραὴλ ἢ πολεμῶν ἐπολέμησεν αὐτόν; 26 ἐν τῷ οἰκῆσαι ἐν ᾿Εσεβὼν καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ ᾿Αροὴρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσι ταῖς παρὰ τὸν ᾿Ιορδάνην τριακόσια ἔτη, καὶ διατί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ; 27 καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι, καὶ σὺ ποιεῖς μετ᾿ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί· κρίναι Κύριος ὁ κρίνων σήμερον ἀνὰ μέσον υἱῶν ᾿Ισραὴλ καὶ ἀνὰ μέσον υἱῶν ᾿Αμμών. 28 καὶ οὐκ ἤκουσε βασιλεὺς ᾿Αμμὼν τῶν λόγων ᾿Ιεφθάε, ὧν ἀπέστειλε πρὸς αὐτόν.

29 Καὶ ἐγένετο ἐπὶ ᾿Ιεφθάε πνεῦμα Κυρίου, καὶ παρῆλθε τὸν Γαλαὰδ καὶ τὸν Μανασσῆ καὶ παρῆλθε τὴν σκοπιὰν Γαλαὰδ εἰς τὸ πέραν υἱῶν ᾿Αμμών. 30 καὶ ηὔξατο ᾿Ιεφθάε εὐχὴν τῷ Κυρίῳ καὶ εἶπεν· ἐὰν διδοὺς δῷς μοι τοὺς υἱοὺς ᾿Αμμὼν ἐν τῇ χειρί μου, 31 καὶ ἔσται ὁ ἐκπορευόμενος, ὃς ἂν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνῃ ἀπὸ υἱῶν ᾿Αμμών, καὶ ἔσται τῷ Κυρίῳ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα. 32 καὶ παρῆλθεν ᾿Ιεφθάε πρὸς υἱοὺς ᾿Αμμὼν παρατάξασθαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ αὐτοῦ. 33 καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ᾿Αροὴρ ἕως ἐλθεῖν ἄχρις ᾿Αρνὼν ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως ᾿Εβελχαρμὶμ πληγὴν μεγάλην σφόδρα, καὶ συνεστάλησαν οἱ υἱοὶ ᾿Αμμὼν ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ.

34 Καὶ ἦλθεν ᾿Ιεφθάε εἰς Μασσηφὰ εἰς τὸν οἶκον αὐτοῦ, καὶἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ αὕτη ἦν μονογενής, οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ. 35 καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός, διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· ἆ ἆ, θυγάτηρ μου, ταραχῇ ἐτάραξάς με καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου, καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς Κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι. 36 ἡ δὲ εἶπε πρὸς αὐτόν· πάτερ, ἤνοιξας τὸ στόμα σου πρὸς Κύριον; ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου, ἐν τῷ ποιῆσαί σοι Κύριον ἐκδίκησιν τῶν ἐχθρῶν σου ἀπὸ τῶν υἱῶν ᾿Αμμών. 37 καὶ ἥδε εἶπε πρὸς τὸν πατέρα αὐτῆς· ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον· ἔασόν με δύο μῆνας, καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου. 38 καὶ εἶπε· πορεύου· καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη, αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη. 39 καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψε πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐποίησεν ἐν αὐτῇ εὐχὴν αὐτοῦ, ἣν ηὔξατο· καὶ αὕτη οὐκ ἔγνω ἄνδρα. καὶ ἐγένετο εἰς πρόσταγμα ἐν ᾿Ισραήλ· 40 ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες ᾿Ισραὴλ θρηνεῖν τὴν θυγατέρα ᾿Ιεφθάε τοῦ Γαλααδίτου ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ.

Κεφάλαιο 12

ΚΑΙ ἐβόησεν ἀνὴρ ᾿Εφραίμ, καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς ᾿Ιεφθάε· διατὶ παρῆλθες παρατάξασθαι ἐν υἱοῖς ᾿Αμμὼν καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί. 2 καὶ εἶπε πρὸς αὐτοὺς ᾿Ιεφθάε· ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ ᾿Αμμὼν σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν. 3 καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς ᾿Αμμών, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπ᾿ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί; 4 καὶ συνέστρεψεν ᾿Ιεφθάε πάντας τοὺς ἄνδρας Γαλαὰδ καὶ παρετάξατο τῷ ᾿Εφραίμ, καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν ᾿Εφραίμ, ὅτι εἶπαν, οἱ διασωζόμενοι τοῦ ᾿Εφραὶμ ἡμεῖς, Γαλαὰδ ἐν μέσῳ τοῦ ᾿Εφραὶμ καὶ ἐν μέσῳ τοῦ Μανασσῆ. 5 καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ ᾿Ιορδάνου τοῦ ᾿Εφραίμ, καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι ᾿Εφραίμ· διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαάδ· μὴ ᾿Εφραθίτης εἶ; καὶ εἶπεν· οὔ. 6 καὶ εἶπαν αὐτῷ· εἶπον δὴ Στάχυς· καὶ οὐ κατεύθυνε τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτοῦ, καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ ᾿Ιορδάνου, καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ ᾿Εφραὶμ δύο καὶ τεσσαράκοντα χιλιάδες. 7 καὶ ἔκρινεν ᾿Ιεφθάε τὸν ᾿Ισραὴλ ἓξ ἔτη. καὶ ἀπέθανεν ᾿Ιεφθάε ὁ Γαλααδίτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ Γαλαάδ.

8 Καὶ ἔκρινε μετ᾿ αὐτὸν τὸν ᾿Ισραὴλ ᾿Αβαισσὰν ἀπὸ Βαιθλεέμ. 9 καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκε τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινε τὸν ᾿Ισραὴλ ἑπτὰ ἔτη. 10 καὶ ἀπέθανεν ᾿Αβαισσὰν καὶ ἐτάφη ἐν Βαιθλεέμ. 11 καὶ ἔκρινε μετ᾿ αὐτὸν τὸν ᾿Ισραὴλ Αἰλὼμ ὁ Ζαβουλωνίτης δέκα ἔτη. 12 καὶ ἀπέθανεν Αἰλὼμ ὁ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αἰλὼμ ἐν γῇ Ζαβουλών. 13 καὶ ἔκρινε μετ᾿ αὐτὸν τὸν ᾿Ισραὴλ ᾿Αβδὼν υἱὸς ᾿Ελλὴλ ὁ Φαραθωνίτης. 14 καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινε τὸν ᾿Ισραὴλ ὀκτὼ ἔτη. 15 καὶ ἀπέθανεν ᾿Αβδὼν υἱὸς ᾿Ελλὴλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθὼν ἐν γῇ ᾿Εφραὶμ ἐν ὄρει τοῦ ᾿Αμαλήκ.

Κεφάλαιο 13

ΚΑΙ προσέθηκαν ἔτι οἱ υἱοὶ ᾿Ισραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Φυλιστιΐμ τεσσαράκοντα ἔτη. 2 καὶ ἦν ἀνὴρ εἷς ἀπὸ Σαραὰ ἀπὸ δήμου συγγενείας τοῦ Δανί, καὶ ὄνομα αὐτῷ Μανωέ, καὶ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτεκε. 3 καὶ ὤφθη ἄγγελος Κυρίου πρὸς τὴν γυναῖκα, καὶ εἶπε πρὸς αὐτήν· ἰδοὺ σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν. 4 καὶ νῦν φύλαξαι δὴ καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον· 5 ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν, καὶ σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀναβήσεται, ὅτι ναζὶρ Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς κοιλίας, καὶ αὐτὸς ἄρξεται σῶσαι τὸν ᾿Ισραὴλ ἐκ χειρὸς Φυλιστιΐμ. 6 καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς λέγουσα· ἄνθρωπος Θεοῦ ἦλθε πρός με, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου Θεοῦ, φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτόν, πόθεν ἐστί, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέ μοι. 7 καὶ εἶπέ μοι· ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι Θεοῦ ἅγιον ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ. 8 καὶ προσηύξατο Μανωὲ πρὸς Κύριον καὶ εἶπεν· ἐν ἐμοί, Κύριε ᾿Αδωναϊέ, τὸν ἄνθρωπον τοῦ Θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς καὶ συμβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ. 9 καὶ εἰσήκουσεν ὁ Θεὸς τῆς φωνῆς Μανωέ, καὶ ἦλθεν ὁ ἄγγελος τοῦ Θεοῦ ἔτι πρὸς τὴν γυναῖκα, καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ, καὶ Μανωὲ ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ᾿ αὐτῆς. 10 καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμε καὶ ἀνήγγειλε τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ ὦπται πρός με ὁ ἀνήρ, ὃς ἦλθεν ἐν ἡμέρᾳ πρός με. 11 καὶ ἀνέστη καὶ ἐπορεύθη Μανωὲ ὀπίσω τῆς γυναικὸς αὐτοῦ καὶ ἦλθε πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ· εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ὁ ἄγγελος· ἐγώ. 12 καὶ εἶπε Μανωέ· νῦν ἐλεύσεται ὁ λόγος σου· τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ; 13 καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανωέ· ἀπὸ πάντων, ὧν εἴρηκα πρὸς τὴν γυναῖκα, φυλάξεται· 14 ἀπὸ παντός, ὃ ἐκπορεύεται ἐξ ἀμπέλου τοῦ οἴνου, οὐ φάγεται καὶ οἶνον καὶ μέθυσμα μὴ πιέτω καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα ὅσα ἐνετειλάμην αὐτῇ, φυλάξεται. 15 καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου· κατάσχωμεν ὧδέ σε καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν. 16 καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανωέ· ἐὰν κατάσχῃς με, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου, καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ Κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωὲ ὅτι ἄγγελος Κυρίου αὐτός. 17 καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου· τί τὸ ὄνομά σοι; ὅτι ἔλθοι τὸ ρῆμά σου, καὶ δοξάσομέν σε. 18 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Κυρίου· εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστι θαυμαστόν. 19 καὶ ἔλαβε Μανωὲ τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τήν πέτραν τῷ Κυρίῳ· καὶ διεχώρισε ποιῆσαι, καὶ Μανωὲ καὶ γυνὴ αὐτοῦ βλέποντες. 20 καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ καὶ ἀνέβη ὁ ἄγγελος Κυρίου ἐν τῇ φλογὶ τοῦ θυσιαστηρίου, καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν. 21 καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος Κυρίου ὀφθῆναι πρὸς Μανωὲ καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανωὲ ὅτι ἄγγελος Κυρίου οὗτος. 22 καὶ εἶπε Μανωὲ πρὸς τὴν γυναῖκα αὐτοῦ· θανάτῳ ἀποθανούμεθα, ὅτι Θεὸν εἴδομεν. 23 καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· εἰ ἤθελεν ὁ Κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα καὶ καθὼς καιρὸς οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα. 24 καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμψών· καὶ ἡδρύνθη τὸ παιδάριον, καὶ εὐλόγησεν αὐτὸ Κύριος. 25 καὶ ἤρξατο πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δὰν καὶ ἀνὰ μέσον Σαραὰ καὶ ἀνὰ μέσον ᾿Εσθαόλ.

Κεφάλαιο 14

ΚΑΙ κατέβη Σαμψὼν εἰς Θαμναθὰ καὶ εἶδε γυναῖκα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων. 2 καὶ ἀνέβη καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπε· γυναῖκα ἑώρακα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων Φυλιστιΐμ, καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα. 3 καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ· μὴ οὐκ εἰσὶ θυγατέρες τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; καὶ εἶπε Σαμψὼν πρὸς τὸν πατέρα αὐτοῦ· ταύτην λάβε μοι, ὅτι αὔτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου. 4 καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ Κυρίου ἐστίν, ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν ᾿Ισραήλ. 5 καὶ κατέβη Σαμψὼν καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθά. καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμναθά, καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ· 6 καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ συνέτριψεν αὐτόν, ὡσεὶ συντρίψει ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ. καὶ οὐκ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησε. 7 καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί, καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς Σαμψών. 8 καὶ ὑπέστρεψε μεθ᾿ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συναγωγὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι. 9 καὶ ἐξεῖλεν αὐτὸ εἰς χεῖρας αὐτοῦ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς, καὶ ἔφαγον· καὶ οὐκ ἀνήγγειλεν αὐτοῖς ὅτι ἀπὸ στόματος τοῦ λέοντος ἐξεῖλε τὸ μέλι. 10 κα’Ι κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα· καὶ ἐποίησεν ἐκεῖ Σαμψὼν πότον ἡμέρας ἑπτά, ὅτι οὕτως ποιοῦσιν οἱ νεανίσκοι. 11 καὶ ἐγένετο ὅτε εἶδον αὐτόν, καὶ ἔλαβον τριάκοντα κλητούς, καὶ ἦσαν μετ᾿ αὐτοῦ. 12 καὶ εἶπεν αὐτοῖς Σαμψών· πρόβλημα ὑμῖν προβάλλομαι· ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου καὶ εὕρητε, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων· 13 καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι, δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων· καὶ εἶπαν αὐτῷ· προβάλλου τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτό. 14 καὶ εἶπεν αὐτοῖς· τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυροῦ γλυκύ; καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπί τρεῖς ἡμέρας. 15 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψών· ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μή ποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἦ ἐκβιάσαι ἡμᾶς κεκλήκατε; 16 καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψὼν πρὸς αὐτὸν καὶ εἶπε· πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με, ὅτι τὸ πρόβλημα, ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, οὐκ ἀπήγγειλάς μοι αὐτό· καὶ εἶπεν αὐτῇ Σαμψών· εἰ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγελκα, σοὶ ἀπαγγείλω; 17 καὶ ἔκλαυσε πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας, ἃς ἦν αὐτοῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρηνώχλησεν αὐτῷ· καὶ αὐτὴ ἀπήγγειλε τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς. 18 καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον· τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; καὶ εἶπεν αὐτοῖς Σαμψών· εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου. 19 καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ κατέβη εἰς ᾿Ασκάλωνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβε τὰ ἱμάτια αὐτῶν καὶ ἔδωκε τὰς στολὰς τοῖς ἀπαγγείλασι τὸ πρόβλημα. καὶ ὠργίσθη θυμῷ Σαμψὼν καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ. 20 καὶ ἐγένετο ἡ γυνὴ Σαμψὼν ἑνὶ τῶν φίλων αὐτοῦ, ὧν ἐφιλίασεν.

Κεφάλαιο 15

ΚΑΙ ἐγένετο μεθ᾿ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψὼν τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν καὶ εἶπεν· εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου καὶ εἰς τὸ ταμιεῖον· καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν. 2 καὶ εἶπεν ὁ πατὴρ αὐτῆς λέγων· εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν, καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου· μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα ἀγαθωτέρα ὑπὲρ αὐτήν; ἔστω δή σοι ἀντὶ αὐτῆς. 3 καὶ εἶπεν αὐτοῖς Σαμψών· ἠθώωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων, ὅτι ποιῶ ἐγὼ μετ᾿ αὐτῶν πονηρίαν. 4 καὶ ἐπορεύθη Σαμψὼν καὶ συνέλαβε τριακοσίας ἀλώπεκας καὶ ἔλαβε λαμπάδας καὶ ἐπέστρεψε κέρκον πρὸς κέρκον καὶ ἔθηκε λαμπάδα μίαν ἀναμέσον τῶν δύο κέρκων καὶ ἔδησε· 5 καὶ ἐξέκαυσε πῦρ ἐν ταῖς λαμπάσι καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσι τῶν ἀλλοφύλων, καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας. 6 καὶ εἶπαν οἱ ἀλλόφυλοι· τίς ἐποίησε ταῦτα; καὶ εἶπαν· Σαμψὼν ὁ νυμφίος τοῦ Θαμνί, ὅτι ἔλαβε τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτῆς ἐν πυρί. 7 καὶ εἶπεν αὐτοῖς Σαμψών· ἐὰν ποιήσητε οὕτως ταύτην, ὅτι ἦ μὴν ἐκδικήσω ἐν ὑμῖν καὶ ἔσχατον κοπάσω. 8 καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλιᾷ τῆς πέτρας ᾿Ητάμ.

9 Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν ᾿Ιούδᾳ καὶ ἐξερρίφησαν ἐν Λεχί. 10 καὶ εἶπαν ἀνὴρ ᾿Ιούδα· εἰς τί ἀνέβητε ἐφ᾿ ἡμᾶς; καὶ εἶπον οἱ ἀλλόφυλοι· δῆσαι τὸν Σαμψὼν ἀνέβημεν καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν. 11 καὶ κατέβησαν τρισχίλιοι ἀπὸ ᾿Ιούδα ἄνδρες εἰς τρυμαλιὰν πέτρας ᾿Ητὰμ καὶ εἶπαν πρὸς Σαμψών· οὐκ οἶδας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμῶν, καὶ τί τοῦτο ἐποίησας ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψών· ὃν τρόπον ἐποίησάν μοι, οὕτως ἐποίησα αὐτοῖς. 12 καὶ εἶπαν αὐτῷ· δῆσαί σε κατέβημεν τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψών· ὀμόσατέ μοι μή ποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς. 13 καὶ εἶπον αὐτῷ λέγοντες· οὐχί, ὅτι ἀλλ᾿ ἢ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν καὶ θανάτῳ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοῖς καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης. 14 καὶ ἦλθον ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στυππίον, ὃ ἐξεκαύθη ἐν πυρί, καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ. 15 καὶ εὗρε σιαγόνα ὄνου ἐξερριμένη καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας. 16 καὶ εἶπε Σαμψών· ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς, ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας. 17 καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔρριψε τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ· καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον ᾿Αναίρεσις σιαγόνος. 18 καὶ ἐδίψησε σφόδρα, καὶ ἔκλαυσε πρὸς Κύριον καὶ εἶπε· σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων. 19 καὶ ἔρρηξεν ὁ Θεὸς τὸν λάκκον τὸν ἐν τῇ σιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ, καὶ ἔπιε, καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησε. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ τοῦ ἐπικαλουμένου, ἥ ἐστιν ἐν Σιαγόνι, ἕως τῆς ἡμέρας ταύτης. 20 καὶ ἔκρινε τὸν ᾿Ισραὴλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσιν ἔτη.

Κεφάλαιο 16

ΚΑΙ ἐπορεύθη Σαμψὼν εἰς Γάζαν· καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθε πρὸς αὐτήν. 2 καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες· ἥκει Σαμψὼν ὧδε. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ᾿ αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες· ἕως διαφαύσῃ ὁ ὄρθρος, καὶ φονεύσωμεν αὐτόν. 3 καὶ ἐκοιμήθη Σαμψὼν ἕως μεσονυκτίου· καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς καὶ ἀνεβάσταζεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπὶ ὤμων αὐτοῦ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου τοῦ Χεβρὼν καὶ ἔθηκεν αὐτὰ ἐκεῖ.

4 Καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησε γυναῖκα ἐν ᾿Αλσωρήχ, καὶ ὄνομα αὐτῇ Δαλιδά. 5 καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ· ἀπάτησον αὐτόν, καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν, καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου. 6 καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε. 7 καὶ εἶπε πρὸς αὐτὴν Σαμψών· ἐὰν δήσωσί με ἐν ἑπτὰ νευραῖς ὑγραῖς μὴ διεφθαρμέναις, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων. 8 καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας, καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς· 9 καὶ τὸ ἔνεδρον αὐτῇ ἐκάθητο ἐν τῷ ταμιείῳ· καὶ εἶπεν αὐτῷ· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ διέσπασε τὰς νευράς, ὡς εἴ τις ἀποσπάσοι στρέμμα στυπίου ἐν τῷ ὀσφρανθῆναι αὐτὸ πυρός· καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ. 10 καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ· νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ. 11 καὶ εἶπε πρὸς αὐτήν· ἐὰν δεσμεύοντες δήσωσί με ἐν καλωδίοις καινοῖς, οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων. 12 καὶ ἔλαβε Δαλιδὰ καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς· καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμιείου· καὶ εἶπεν· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡσεὶ σπαρτίον. 13 καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ· ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπε πρὸς αὐτήν· ἐὰν ὑφάνης τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐγκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής. 14 καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβε Δαλιδὰ τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ διάσματι καὶ ἔπηξε τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ εἶπεν· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ ἐξυπνίσθη ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξῇρε τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου. 15 καὶ εἶπε πρὸς Σαμψὼν Δαλιδά· πῶς λέγεις, ἠγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστι μετ᾿ ἐμοῦ; τοῦτο τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη. 16 καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν· 17 καὶ ἀνήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ· σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι ἅγιος Θεοῦ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου· ἐὰν οὖν ξυρήσωμαι, ἀποστήσεται ἀπ᾿ ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι. 18 καὶ εἶδε Δαλιδά, ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ ἀπέστειλε καὶ ἐκάλεσε τοὺς ἄρχοντας τῶν ἀλλοφύλων, λέγουσα· ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο, ὅτι ἀπήγγειλέ μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν. 19 καὶ ἐκοίμισε Δαλιδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς· καὶ ἐκάλεσεν ἄνδρα, καὶ ἐξύρησε τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινῶσαι αὐτόν, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ᾿ αὐτοῦ. 20 καὶ εἶπε Δαλιδά· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών. καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ὁ Κύριος ἀπέστη ἀπάνωθεν αὐτοῦ. 21 καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ· καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου.

22 Καὶ ἤρξατο θρὶξ τῆς κεφαλῆς αὐτοῦ βλαστάνειν, καθὼς ἐξυρήσατο. 23 καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θυσιάσαι θυσίασμα μέγα τῷ Δαγὼν θεῷ αὐτῶν καὶ εὐφρανθῆναι καὶ εἶπαν· ἔδωκεν ὁ Θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψὼν τὸν ἐχθρὸν ἡμῶν. 24 καὶ εἶδον αὐτὸν ὁ λαὸς καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν, ὅτι παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν, τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν, καὶ ὃς ἐπλήθυνε τοὺς τραυματίας ἡμῶν. 25 καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν· καλέσατε τὸν Σαμψὼν ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν. καὶ ἐκάλεσαν τὸν Σαμψὼν ἐξ οἴκου δεσμωτηρίου, και ἔπαιζεν ἐνώπιον αὐτῶν, καὶ ἐρράπιζον αὐτὸν καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν κιόνων. 26 καὶ εἶπε Σαμψὼν πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ· ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας, ἐφ᾿ οἷς ὁ οἶκος ἐπ᾿ αὐτούς, καὶ ἐπιστηριχθήσομαι ἐπ᾿ αὐτούς. 27 καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἐπὶ τὸ δῶμα ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παγνίαις Σαμψών. 28 καὶ ἔκλαυσε Σαμψὼν πρὸς Κύριον, καὶ εἶπεν· ᾿Αδωναϊὲ Κύριε, μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο, Θεέ, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις. 29 καὶ περιέλαβε Σαμψὼν τοὺς δύο κίονας τοῦ οἴκου, ἐφ᾿ οὓς ὁ οἶκος εἱστήκει, καὶ ἐπεστηρίχθη ἐπ᾿ αὐτοὺς καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ. 30 καὶ εἶπε Σαμψών· ἀποθανέτω ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύϊ, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἦσαν οἱ τεθνηκότες, οὓς ἐθανάτωσε Σαμψὼν ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ. 31 καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραὰ καὶ ἀνὰ μέσον ᾿Εσθαὸλ ἐν τῷ τάφῳ Μανωὲ τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινε τὸν ᾿Ισραὴλ εἴκοσιν ἔτη.

Κεφάλαιο 17

ΚΑΙ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους ᾿Εφραίμ, καὶ ὄνομα αὐτῷ Μιχαίας. 2 καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· οἱ χίλιοι καὶ ἑκατόν, οὓς ἔλαβες ἀργυρίου σεαυτῇ καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρ᾿ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ· εὐλογητὸς ὁ υἱός μου τῷ Κυρίῳ. 3 καὶ ἀπέδωκε τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ· ἁγιάζουσα ἡγίασα τὸ ἀργύριον τῷ Κυρίῳ ἐκ τῆς χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἀποδώσω αὐτό σοι. 4 καὶ ἀπέδωκε τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μιχαία. 5 καὶ ὁ οἶκος Μιχαία, αὐτῷ οἶκος Θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θεραφὶν καὶ ἐπλήρωσε τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα. 6 ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.

7 Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεὲμ δήμου ᾿Ιούδα, καὶ αὐτὸς Λευίτης, καὶ οὗτος παρῴκει ἐκεῖ. 8 καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς πόλεως ᾿Ιούδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους ᾿Εφραὶμ καὶ ἕως οἴκου Μιχαία τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ. 9 καὶ εἶπεν αὐτῷ Μιχαίας· πόθεν ἔρχῃ; καὶ εἶπε πρὸς αὐτόν· Λευίτης εἰμὶ ἐκ Βηθλεὲμ ᾿Ιούδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ. 10 καὶ εἶπεν αὐτῷ Μιχαίας· κάθου μετ᾿ ἐμοῦ καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου. 11 καὶ ἐπορεύθη ὁ Λευίτης καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη ὁ νεανίας αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ. 12 καὶ ἐπλήρωσε Μιχαίας τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχαία. 13 καὶ εἶπε Μιχαίας· νῦν ἔγνων ὅτι ἀγαθυνεῖ μοι Κύριος, ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα.

Κεφάλαιο 18

ΕΝ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὰν ἐζήτει ἑαυτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν υἱῶν ᾿Ισραὴλ κληρονομία. 2 καὶ ἀπέστειλαν οἱ υἱοὶ Δὰν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραὰ καὶ ἀπὸ ᾿Εσθαὸλ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς· πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους ᾿Εφραὶμ ἕως οἴκου Μιχαία καὶ ηὐλίσθησαν αὐτοὶ ἐκεῖ 3 ἐν οἴκῳ Μιχαία, καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ· τίς ἤνεγκέ σε ὧδε, καὶ σὺ τί ποιεῖς ἐν τῷ τόπῳ τούτῳ, καὶ τί σοι ὧδε; 4 καὶ εἶπε πρὸς αὐτούς· οὕτω καὶ οὕτως ἐποίησέ μοι Μιχαίας καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα. 5 καὶ εἶπαν αὐτῷ· ἐπερώτησον δὴ ἐν τῷ Θεῷ, καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν, ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ. 6 καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς· πορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον Κυρίου ἡ ὁδὸς ὑμῶν, ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ. 7 καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λαισά· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ᾿ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα, καὶ οὐκ ἔστι διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυρούς, καὶ μακράν εἰσι Σιδωνίων καὶ λόγον οὐκ ἔχουσι πρὸς ἄνθρωπον. 8 καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ ᾿Εσθαὸλ καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν· τί ὑμεῖς κάθησθε; 9 καὶ εἶπαν· ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾿ αὐτούς, ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα· καὶ ὑμεῖς ἡσυχάζετε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν. 10 καὶ ἡνίκα ἐὰν ἔλθητε, εἰσελεύσεσθε πρὸς λαὸν ἐπ᾿ ἐλπίδι, καὶ ἡ γῆ πλατεῖα, ὅτι ἔδωκεν αὐτὴν ὁ Θεός ἐν χειρὶ ὑμῶν, τόπος, ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ρήματος τῶν ἐν τῇ γῇ.

11 Καὶ ἀπῇραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δὰν ἀπὸ Σαραὰ καὶ ἀπὸ ᾿Εσθαὸλ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως. 12 καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαρὶμ ἐν ᾿Ιούδα· διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ Παρεμβολὴ Δὰν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ ὀπίσω Καριαθιαρίμ. 13 καὶ παρῆλθον ἐκεῖθεν ὄρος ᾿Εφραὶμ καὶ ἦλθον ἕως οἴκου Μιχαία. 14 καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν Λαισὰ καὶ εἶπαν πρὸς τοὺς ἀδελφούς· ἔγνωτε ὅτι ἐστὶν ἐν τῷ οἴκῳ τούτῳ ἐφὼδ καὶ θεραφὶν καὶ γλυπτὸν καὶ χωνευτόν; καὶ νῦν γνῶτε ὅ,τι ποιήσετε. 15 καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τόν οἶκον τοῦ νεανίσκου τοῦ Λευίτου, εἰς τὸν οἶκον Μιχαία, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην. 16 καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δάν. 17 καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαία, καὶ ὁ ἱερεὺς ἑστώς· 18 καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ χωνευτόν. καὶ εἶπε πρὸς αὐτοὺς ὁ ἱερεύς· τί ὑμεῖς ποιεῖτε; 19 καὶ εἶπαν αὐτῷ· κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ δεῦρο μεθ᾿ ἡμῶν καὶ γένου ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον ᾿Ισραήλ; 20 καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβε τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ. 21 καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν· καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν. 22 αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαία καὶ ἰδοὺ Μιχαίας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μιχαία ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δάν. 23 καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δὰν τὸ πρόσωπον αὐτῶν καὶ εἶπαν τῷ Μιχαίᾳ· τί ἐστί σοι, ὅτι ἐβόησας; 24 καὶ εἶπε Μιχαίας· ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἐπορεύθητε· καὶ τί μοι ἔτι; καὶ τί τοῦτο λέγετε πρός με· τί κράζεις; 25 καὶ εἶπαν πρὸς αὐτὸν οἱ υἱοὶ Δάν· μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ᾿ ἡμῶν, μή ποτε συναντήσωσιν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ καὶ προσθήσουσι ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου. 26 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς ὁδὸν αὐτῶν· καὶ εἶδε Μιχαίας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ. 27 καὶ οἱ υἱοὶ Δὰν ἔλαβον ὃ ἐποίησε Μιχαίας, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἐπὶ Λαισά, ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ᾿ ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί· 28 καὶ οὐκ ἦν ὁ ρυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ραάβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ 29 καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δὰν ἐν ὀνόματι Δὰν πατρὸς αὐτῶν, ὃς ἐτέχθη τῷ ᾿Ισραήλ· καὶ ἦν Οὐλαμαΐς ὄνομα τῆς πόλεως τὸ πρότερον. 30 καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δὰν τὸ γλυπτόν· καὶ ᾿Ιωνάθαν υἱὸς Γηρσὼν υἱὸς Μανασσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δὰν ἕως ἡμέρας τῆς ἀποικίας τῆς γῆς. 31 καὶ ἔθηκαν ἑαυτοῖς τὸ γλυπτόν, ὃ ἐποίησε Μιχαίας πάσας τὰς ἡμέρας, ἃς ἦν ὁ οἶκος τοῦ Θεοῦ ἐν Σηλώμ.

Κεφάλαιο 19

ΚΑΙ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ· καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους ᾿Εφραὶμ καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ Βηθλεὲμ ᾿Ιούδα. 2 καὶ ἐπορεύθη ἀπ᾿ αὐτοῦ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθε παρ᾿ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς εἰς Βηθλεὲμ ᾿Ιούδα καὶ ἦν ἐκεῖ ἡμέρας μηνῶν τεσσάρων. 3 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς τοῦ ἐπιστρέψαι αὐτὴν αὐτῷ, καὶ νεανίας αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ζεῦγος ὄνων· ἡ δὲ εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς αὐτῆς, καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ. 4 καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισε μετ᾿ αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ ἔφαγον καὶ ἔπιον καὶ ηὐλίσθησαν ἐκεῖ. 5 καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωΐ καὶ ἀνέστη τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν νυμφίον αὐτοῦ· στήρισον τὴν καρδίαν σου ψωμῷ ἄρτου, καὶ μετὰ τοῦτο πορεύσεσθε. 6 καὶ ἐκάθισαν καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα· ἄγε δὴ αὐλίσθητι, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου. 7 καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι αὐτός· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ ἐκάθισε καὶ ηὐλίσθη ἐκεῖ. 8 καὶ ὤρθρισε τὸ πρωΐ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος· στήρισον δὴ τὴν καρδίαν σου καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν· καὶ ἔφαγον οἱ δύο. 9 καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος· ἰδοὺ δὴ ἠσθένησενἡμέρα εἰς τὴν ἑσπέραν· αὐλίσθητι ὧδε, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου. 10 καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἦλθεν ἕως ἀπέναντι ᾿Ιεβοὺς (αὕτη ἐστὶν ῾Ιερουσαλήμ), καὶ μετ᾿ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ᾿ αὐτοῦ. 11 καὶ ἤλθοσαν ἕως ᾿Ιεβούς, καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα· καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ· δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ ᾿Ιεβουσὶ ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ. 12 καὶ εἶπε πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ· οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν, ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν ᾿Ισραὴλ ὧδε, καὶ παρελευσόμεθα ἕως Γαβαά. 13 καὶ εἶπε τῷ νεανίᾳ αὐτοῦ· δεῦρο καὶ ἐγγίσωμεν ἑνὶ τῶν τόπων καὶ αὐλισθησόμεθα ἐν Γαβαὰ ἢ ἐν Ραμά. 14 καὶ παρῆλθον καὶ ἐπορεύθησαν, καὶ ἔδυ αὐτοῖς ὁ ἥλιος ἐχόμενα τῆς Γαβαά, ἥ ἐστι τῷ Βενιαμίν. 15 καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν αὐλισθῆναι ἐν Γαβαά· καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ ἦν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθῆναι. 16 καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ ἀγροῦ ἐν ἑσπέρᾳ· καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους ᾿Εφραίμ, καὶ αὐτὸς παρῴκει ἐν Γαβαά, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμίν. 17 καὶ ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης· ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ; 18 καὶ εἶπεν πρὸς αὐτόν· παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλεὲμ ᾿Ιούδα ἕως μηρῶν ὄρους ᾿Εφραίμ· ἐκεῖθεν ἐγώ εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεὲμ ᾿Ιούδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν· 19 καί γε ἄχυρα καὶ χορτάσματά ἐστι τοῖς ὄνοις ἡμῶν, καὶ ἄρτος καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παίδων σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος. 20 καὶ εἶπεν ὁ ἀνὴρ πρεσβύτης· εἰρήνη σοι, πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ᾿ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ. 21 καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ τόπον ἐποίησε τοῖς ὄνοις, καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον. 22 αὐτοὶ δὲ ἀγαθύνοντες καρδίαν αὐτῶν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν. καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες· ἐξένεγκε τὸν ἄνδρα, ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν. 23 καὶ ἐξῆλθε πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου καὶ εἶπε· μὴ ἀδελφοί, μὴ κακοποιήσητε δὴ μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου, μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην· 24 ἰδὲ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ, ἐξάξω αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ μὴ ποιήσητε τὸ ρῆμα τῆς ἀφροσύνης ταύτης. 25 καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτῇ ὄλην τὴν νύκτα ἕως τὸ πρωΐ· καὶ ἐξαπέστειλαν αὐτήν, ὡς ἀνέβη τὸ πρωΐ. 26 καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσε παρὰ τὴν θύραν τοῦ οἴκου, οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ, ἕως οὗ διέφαυσε. 27 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωΐ καὶ ἤνοιξε τὰς θύρας τοῦ οἴκου, καὶ ἐξῆλθε τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ, καί ἰδοὺ ἡ γυνὴ αὐτοῦ ἡ παλλακὴ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον. 28 καὶεἶπε πρὸς αὐτήν· ἀνάστα καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά. καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ. 29 καὶ ἔλαβε τὴν ρομφαίαν καὶ ἐκράτησε τὴν παλλακὴν αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ ᾿Ισραήλ. 30 καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν· οὐκ ἐγένετο καὶ οὐχ ἑώραται ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης θέσθε ὑμῖν αὐτοῖς βουλὴν ἐπ᾿ αὐτὴν καὶ λαλήσατε.

Κεφάλαιο 20

ΚΑΙ ἐξῆλθον πάντες οἱ υἱοὶ ᾿Ισραήλ, καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ γῆ τοῦ Γαλαὰδ πρὸς Κύριον εἰς Μασσηφά. 2 καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ ᾿Ισραὴλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ Θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ρομφαίαν. 3 καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμὶν ὅτι ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Μασσηφά. καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· λαλήσατε, ποῦ ἐγένετο ἡ πονηρία αὕτη; 4 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν· εἰς Γαβαὰ τῆς Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι. 5 καὶ ἀνέστησαν ἐπ᾿ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαὰ καὶ ἐκύκλωσαν ἐπ᾿ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανε. 6 καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν ᾿Ισραήλ, ὅτι ἐποίησαν ζέμα καὶ ἀπόπτωμα ἐν ᾿Ισραήλ. 7 ἰδοὺ πάντες ὑμεῖς, υἱοὶ ᾿Ισραήλ, δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ. 8 καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες· οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ. 9 καὶ νῦν τοῦτο τὸ ρῆμα, ὃ ποιηθήσεται τῇ Γαβαά· ἀναβησόμεθα ἐπ᾿ αὐτὴν ἐν κλήρῳ, 10 πλὴν ληψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς ᾿Ισραὴλ καὶ ἑκατὸν τοῖς χιλίοις καὶχιλίους τοῖς μυρίοις, λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαὰ Βενιαμίν, ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα, ὃ ἐποίησεν ἐν ᾿Ισραήλ. 11 καὶ συνήχθη πᾶς ἀνὴρ ᾿Ισραὴλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς.

12 Καὶ ἀπέστειλαν αἱ φυλαὶ ᾿Ισραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμὶν λέγοντες· τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν; 13 καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαά, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ ᾿Ισραήλ. καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμὶν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν ᾿Ισραήλ. 14 καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς ᾿Ισραήλ. 15 καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες, ἀνὴρ ἕλκων ρομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες 16 ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα, καὶ οὐκ ἐξαμαρτάνοντες. 17 καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμίν, τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ρομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως. 18 καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ καὶ ἠρώτησαν ἐν τῷ Θεῷ καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμίν; καὶ εἶπε Κύριος· ᾿Ιούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος. 19 καὶ ἀνέστησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πρωΐ καὶ παρενέβαλον ἐπὶ Γαβαά. 20 καὶ ἐξῆλθον πᾶς ἀνὴρ ᾿Ισραὴλ εἰς παράταξιν πρὸς Βενιαμὶν καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαά. 21 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῆς Γαβαὰ καὶ διέφθειραν ἐν ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν. 22 καὶ ἐνίσχυσαν ἀνὴρ ᾿Ισραὴλ καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ, ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ. 23 καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν Κυρίῳ λέγοντες· εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος· ἀνάβητε πρὸς αὐτούς. 24 καὶ προσῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ. 25 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειραν ἀπὸ υἱῶν ᾿Ισραὴλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπί τὴν γῆν· πάντες οὗτοι ἕλκοντες ρομφαίαν. 26 καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθὴλ καὶ ἔκλαυσαν, καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου· 27 ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ Θεοῦ, 28 καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ υἱοῦ ᾿Ααρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ ἐπηρώτησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν Κυρίῳ λέγοντες· εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν ἢ ἐπίσχωμεν; καὶ εἶπε Κύριος· ἀνάβητε, ὅτι αὔριον δώσω αὐτοὺς εἰς χεῖρας ὑμῶν.

29 Καὶ ἔθηκαν οἱ υἱοὶ ᾿Ισραὴλ ἔνεδρα τῇ Γαβαὰ κύκλῳ. 30 καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ συνῆψαν πρὸς τὴν Γαβαὰ ὡς ἅπαξ καὶ ἅπαξ. 31 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν τοῦ λαοῦ καὶ ἐξεκενώθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστι μία ἀναβαίνουσα εἰς Βαιθὴλ καὶ μία εἰς Γαβαὰ ἐν ἀγρῷ, ὡς τριάκοντα ἄνδρας ἐν ᾿Ισραήλ. 32 καὶ εἶπαν οἱ υἱοὶ Βενιαμίν· πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον. καὶ οἱ υἱοὶ ᾿Ισραὴλ εἶπαν· φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς· καὶ ἐποίησαν οὕτω. 33 καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτῶν καὶ συνῆψαν ἐν Βααλθαμάρ, καὶ τό ἔνεδρον ᾿Ισραὴλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μαοραγαβέ. 34 καὶ ἦλθον ἐξ ἐναντίας Γαβαὰ δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς ᾿Ισραὴλ καὶ παράταξις βαρεῖα· καὶ αὐτοὶ οὐ ἔγνωσαν, ὅτι φθάνει ἐπ᾿ αὐτοὺς ἡ κακία. 35 καὶ ἐπάταξε Κύριος τὸν Βενιαμὶν ἐνώπιον υἱῶν ᾿Ισραήλ, καὶ διέφθειραν οἱ υἱοὶ ᾿Ισραὴλ ἐκ τοῦ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι εἷλκον ρομφαίαν. 36 καὶ εἶδον οἱ υἱοὶ Βενιαμὶν ὅτι ἐπλήγησαν· καὶ ἔδωκεν ἀνὴρ ᾿Ισραὴλ τῷ Βενιαμὶν τόπον, ὅτι ἤλπισαν πρὸς τό ἔνεδρον, ὃ ἔθηκαν ἐπὶ τῇ Γαβαά. 37 καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι καὶ τὸ ἔνεδρον ἐκινήθη καί ἐξέτειναν ἐπὶ τὴν Γαβαά, καὶ ἐξεχύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ρομφαίας. 38 καὶ σημεῖον ἦν τοῖς υἱοῖς ᾿Ισραὴλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως. 39 καὶ εἶδον οἱ υἱοὶ ᾿Ισραὴλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαά, καὶ ἔστησαν ἐν τῇ παρατάξει, καὶ Βενιαμὶν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν ᾿Ισραὴλ ὡς τριάκοντα ἄνδρας, ὅτι εἶπαν· πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη. 40 καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ· καὶ ἐπέβλεψε Βενιαμὶν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ. 41 καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπέστρεψε, καὶ ἔσπευσαν ἄνδρες Βενιαμίν, ὅτι εἶδον ὅτι συνήντησεν ἐπ᾿ αὐτούς ἡ πονηρία. 42 καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν ᾿Ισραὴλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον, καὶ ἡ παράταξις ἔφθασεν ἐπ᾿ αὐτούς, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν. 43 καὶ κατέκοπτον τὸν Βενιαμὶν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουὰ κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαὰ πρὸς ἀνατολὰς ἡλίου. 44 καὶ ἔπεσον ἀπὸ Βενιαμὶν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως. 45 καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμών, καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ ᾿Ισραὴλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ ᾿Ισραὴλ ἕως Γεδᾶν καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας. 46 καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἀπὸ Βενιαμὶν εἰκοσιπέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ρομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως. 47 καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμών, ἑξακόσιοι ἄνδρες, καὶ ἐκάθισαν ἐν πέτρᾳ Ρεμμὼν τέσσαρας μῆνας. 48 καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμὶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας ἀπὸ πόλεως Μεθλὰ καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί.

Κεφάλαιο 21

ΚΑΙ οἱ υἱοὶ ᾿Ισραὴλ ὤμοσαν ἐν Μασσηφὰθ λέγοντες· ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμὶν εἰς γυναῖκα. 2 καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθὴλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ Θεοῦ καὶ ᾖραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν 3 καὶ εἶπαν· εἰς τί, Κύριε Θεὲ ᾿Ισραήλ, ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ ᾿Ισραὴλ φυλὴν μίαν; 4 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας. 5 καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν ᾿Ισραὴλ πρὸς Κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσι πρὸς Κύριον εἰς Μασσηφὰθ λέγοντες· θανάτῳ θανατωθήσεται. 6 καὶ παρεκλήθησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Βενιαμὶν ἀδελφὸν αὐτῶν καὶ εἶπαν· ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ ᾿Ισραήλ· 7 τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν Κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας. 8 καὶ εἶπαν· τίς εἷς ἀπὸ φυλῶν ᾿Ισραήλ, ὃς οὐκ ἀνέβη πρὸς Κύριον εἰς Μασσηφάθ; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ ᾿Ιαβὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν. 9 καὶ ἐπεσκέπη ὁ λαός, καί οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων ᾿Ιαβὶς Γαλαάδ. 10 καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλατο αὐτοῖς λέγοντες· πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας ᾿Ιαβὶς Γαλαὰδ ἐν στόματι ρομφαίας. 11 καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εὐδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως. 12 καὶ εὗρον ἀπὸ οἰκούντων ᾿Ιαβὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼμ τὴν ἐν γῇ Χαναάν. 13 καὶ ἀπέστειλαν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμὶν ἐν τῇ πέτρᾳ Ρεμμὼν καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην. 14 καὶ ἐπέστρεψε Βενιαμὶν πρὸς τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ τὰς γυναῖκας, ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων ᾿Ιαβὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτω.

15 Καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμίν, ὅτι ἐποίησε Κύριος διακοπὴν ἐν ταῖς φυλαῖς ᾿Ισραήλ. 16 καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς· τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμὶν γυνή. 17 καὶ εἶπαν· Κληρονομία διασωζομένων τῶν Βενιαμίν, καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ ᾿Ισραήλ· 18 ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν ἐν υἱοῖς ᾿Ισραὴλ λέγοντες· ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμίν. 19 καὶ εἶπαν· ἰδοὺ δὴ ἑορτὴ Κυρίου ἐν Σηλὼμ ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθὴλ κατ᾿ ἀνατολάς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπό Βαιθὴλ εἰς Συχέμ καὶ ἀπὸ νότου τῆς Λεβωνά. 20 καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμὶν λέγοντες· πορεύεσθε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσι· 21 καὶ ὄψεσθε καὶ ἰδού, ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλὼ χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα, ἀπὸ τῶν θυγατέρων Σηλὼμ καὶ πορεύεσθε εἰς γῆν Βενιαμίν. 22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ἡμᾶς, καὶ ἐροῦμεν αὐτοῖς· ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς κλῆροςπλημμελήσατε. 23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμὶν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς. 24 καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ, καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ. 25 ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ· ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει.

© Copyright 2024 Ιερός Ναός Αγίας Μαρίνας Εκάλης Back To Top