Τῷ καιρῷ εκείνω, εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. Σστραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· ῥαββί· ὃ λέγεται ἑρμηνευόμενον διδάσκαλε· ποῦ μένεις; λέγει αὐτοῖς· ἔρχεσθε καὶ ἴδετε. ἦλθον οὖν καὶ εἶδον ποῦ μένει καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
Ήν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστι μεθερμηνευόμενον Χριστός· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.
Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. Ήν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Απεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Απεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει.Καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, έστεκε ο Ιωάννης στον τόπον αυτόν και δύο από τους μαθητάς του.
Και καθώς με απέραντον σεβασμόν εκύτταξε τον Ιησούν, που περιπατούσε κάπου εκεί, λέγει· “ιδού ο αμνός του Θεού”. Και οι δύο μαθηταί του ήκουσαν τα λόγια του αυτά και ηκολούθησαν τον Ιησούν. Εγύρισε δε ο Ιησούς και όταν τους είδε να τον ακολουθούν, λέγει εις αυτούς. “Τι ζητείτε;” Εκείνοι δε του είπαν· “ραββί-που σημαίνει εις τα ελληνικά διδάσκαλε-που μένεις;” Είπεν εις αυτούς· “ελάτε και ιδέτε που μένω”. Ηλθαν, λοιπόν, και είδαν που μένει και έμειναν κοντά του την ημέραν εκείνην. Η ώρα δε ήτο τέσσαρες το απόγευμα.
Ενας δε από τους δύο, που ήκουσαν τα όσα ο Ιωάννης είπε περί του Ιησού και ηκολούθησαν αυτόν, ήτο ο Ανδρέας, ο αδελφός του Σιμωνος Πετρου. Αυτός, λοιπόν, πρώτος ευρίσκει τον αδελφόν του τον Σιμωνα και του λέγει· “ευρήκαμεν τον Μεσσίαν, όνομα που ερμηνεύεται εις την ελληνικήν Χριστός”. Και ωδήγησεν αυτόν προς τον Ιησούν. Και ο Ιησούς αφού τον εκύτταξε με βλέμμα βαθύ και στοργικόν είπε· “συ είσαι Σιμων, ο υιός του Ιωνά· συ θα ονομασθής Κηφάς, όνομα που ερμηνεύεται εις την ελληνικήν Πετρος”.
Την άλλην ημέραν απεφάσισεν ο Χριστός να αναχωρήση από την Ιουδαίαν δια την Γαλιλαίαν. Ευρίσκει τον Φιλιππον (μαθητήν και αυτός του Βαπτιστού, από τον οποίον πολλά είχε ακούσει περί του Μεσσίου) και του λέγει· “έλα κοντά μου”. Ο δε Φιλιππος κατήγετο από την Βηθσαϊδά, από την πατρίδα του Ανδρέου και του Πετρου. Ευρίσκει ο Φιλιππος τον Ναθαναήλ και του λέγει· “αυτόν που έγραψε ο Μωϋσής στον Νομον και προανήγγειλαν οι προφήται εις τα προφητικά των βιβλία τον ευρήκαμεν· είναι ο Ιησούς, ο υιός του Ιωσήφ, από την Ναζαρέτ”. Ο Ναθαναήλ όμως είπεν εις αυτόν· “από την Ναζαρέτ είναι δυνατόν να βγη κάτι καλόν;” Λεγει εις αυτόν ο Φιλιππος· “έλα και ιδέ μόνος σου, δια να πεισθής”.
Είδεν ο Ιησούς τον Ναθαναήλ να έρχεται προς αυτόν και λέγει περί αυτού· “ιδού ένας γνήσιος Ισραηλίτης, στον οποίον δεν υπάρχει πονηρία”. Λεγει εις αυτόν ο Ναθαναήλ· “από που με γνωρίζεις;” Απήντησεν ο Ιησούς και του είπε· “προτού σε φωνάξη ο Φιλιππος, όταν ήσουνα κάτω από την συκήν, μακρυά από κάθε ανθρώπινον μάτι, εγώ σε είδα”. Απεκρίθη τότε ο Ναθαναήλ και του είπε· “Διδάσκαλε, συ είσαι ο Υιός του Θεού, συ είσαι ο Βασιλεύς του Ισραήλ, τον οποίον, σύμφωνα με τις προφητείες, επεριμέναμεν”. Του απήντησεν δε ο Ιησούς· “Διότι σου είπα ότι σε είδα κάτω από την συκήν, πιστεύεις; Θα ίδης ακόμη μεγαλύτερα από αυτά”.
Και εν συνεχεία λέγει προς αυτόν, ώστε να ακούσουν και οι άλλοι μαθηταί· “σας διαβεβαιώνω, ότι από τώρα θα ίδετε ανοικτόν τον ουρανόν και τους αγγέλους του Θεού ν' ανεβαίνουν και να κατεβαίνουν, να συνοδεύουν και να υπηρετούν τον υιόν του ανθρώπου (ο οποίος ως Θεός είναι κύριος και των αγγέλων)”.
Ιερός Ναός Αγίας Μαρίνας Εκάλης
Διεύθυνση: Λεωφόρος Θησέως 54 Εκάλη, 14578 Ελλάδα
Τηλέφωνο: 210 8131201 Φαξ: 210 8131201
Ηλεκτρονικό Ταχυδρομείο: agiamarinaekalis@gmail.com
https://agiamarinaekalis.gr/